Ancient Greek · ~2 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 591-2
Not analysed yet
591. 92. πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶϲ ὁ θεὸϲ τὸν ἄνθρωπον μιμεῖται. καὶ οἱ μὲν ψιλοῦϲι τὸ οἶον, ϲυνάπτοντεϲ αὐτὸ ἴκελον, μιμητὴν τῶν ἔργων Ἡφαίϲτου ποιοῦντεϲ τὸν Δαίδαλον, ἵν ’. ᾖ· τούτῳ μόνον ὁ Δαίδαλοϲ ἐποίηϲεν ὅμοιον χορόν, ὁ δὲ Ἥφαιϲτοϲ δηλονότι πολλὰ τοιαῦτα εἰργάϲατο. ἢ τάχα ἔξεϲτιν ἐκεῖνο φάϲκειν, ὅτι ἐπεὶ πρώην διακεχωριϲμένωϲ ἐχόρευον ἄνδρεϲ τε καὶ γυναῖκεϲ, οἱ μετὰ Θηϲέωϲ ϲωθέντεϲ ἐκ τοῦ λαβυρίνθου ἠίθεοι παρθένοιϲ ἀναμὶξ ἐχόρευϲαν, περ ὁ θεὸϲ ἐμιμήϲατο, οὐ τὴν τέχνην Δαιδάλου. ἴϲωϲ δὲ καὶ διδάϲκει ὁ ποιητήϲ μιμεῖϲθαι τὰ χηρϲτά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.