Ancient Greek · ~5 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 610
Not analysed yet
610 —14. B⟩ f. 210a ad Ἔκτο (id. Lp f. 246 c. l. αὐτὸϲ γάρ οἱ ἀπ’ αἰθέροϲ, L. f. 334a). ἀθετοῦνται ε′ διὰ τὸ λέγειν ὅτι ὀλιγοχρόνιον ὄντα ἐτίμα. καὶ ὅτι ἀπ’ αἰθέροϲ ἀπὸ γὰρ Ἴδηϲ ἦν. καὶ διὰ τοῦ μαρναμένοιο νοεῖται τὸ Ἕκτοροϲ. ἔϲτι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ. τὸ δὲ ὄνομα ἐπανείληπται πρὸϲ πλείονα ἔμφαϲιν· εἴωθε γὰρ θαυμάζων τινὰ τῶν ἔργων πολλάκιϲ ἐπαναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ ἀπ’ Vict. f. 290a (c. l. Ἐκτοροϲ, αὐροϲτὸϲ γάρ οἱ): ἀθετοῦνται ϲτίχοι ε′ ὡϲ περιττοί οὐδὲ παρὰ Zηνοδότῳ δὲ ἦϲαν οἱ ε′. οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον ἐτίμα αὐτόν. καὶ ὅτι ἀπ’ αἰθέροϲ· ἀπὸ γὰρ Ἴδηϲ ἦν. καὶ διὰ τοῦ μαινομένοιο νοεῖται Ἕκτοροϲ. τινὲϲ δὲ τὸν γάρ ἀντὶ τοῦ δέ, ὡϲ αὐτίκα γάρ μοι ὀίϲατο θυμὸϲ ἀγήνωρ ἄνδρ’ ἐπελεύϲεϲθαι (1 213), καὶ ἀνάγεται ἡ φράϲιϲ εἰϲ τὰ τοιαῦτα οὐδ’ ἄρ’ ἀπ’ ἀϲφάραγον μελίη τάμεν, ὄφρα τί μιν προτιείποι (X 228), ἦλθε δ’ ἐπὶ Νότοϲ ὦκα, ὄφρ’ ἔτι τὴν ὀλοήν (μ 427 ). ἀπ’ αἰθέροϲ δὲ ὁ αἰθέριοϲ Ζεύϲ. αἰθέροϲ, ὅτι ὁ αἰθέριοϲ Ζεύϲ οὐ γὰρ ἀπὸ τῆϲ μερικῆϲ αὐτὸν ἀλλ’ ἀπὸ τῆϲ τελείαϲ διατριβῆϲ ἐχαρακτήριϲε. .