Ancient Greek · ~6 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 62
Not analysed yet
62. 63. ἄλογον ζητεῖν παρὰ ἱερέωϲ post hoc verbum rasura 2 vel trium litt. ,τι̣ πυθέϲθαι περὶ τῶν μελλόντων· οὐ γὰρ δὴ μάντειϲ οἱ ἱερεῖϲ, οἱ δὲ ὀνειροπόλοι μηδενὸϲ ὀνείρου νῦν ζητουμένου παρέλκουϲι. λύεται δὲ ἐκ τῆϲ λέξεωϲ· τὸν γὰρ νῦν λεγόμενον θύτην ἱερέα φαίνονται καλοῦντεϲ πάλαι, ὥϲπερ καὶ ἑτέρωθεν· εἰ μὲν γάρ τίϲ μ᾿ ἄλλοϲ ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιέϲ εἰϲι θυοϲκόοι ἢ ἱερῆεϲ (Ω 270). ὁ δὲ ὀνειροπόλοϲ αὐτὸϲ ὁρᾷ Cobet. ap. Dind. ; cod. δρᾶ ὑπὲρ ἑτέρων ὀνείρουϲ. Ἡρωδιανὸϲ τελείαν δίδωϲιν εἰϲ τὸ μάντιν, ἵνα ᾖ γενικόν. ὁ δὲ Πορφύριοϲ μάντιν λέγει τὸν δι᾿ οἰωνῶν ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ om. L τὸν διὰ θυϲιῶν, ὀνειροπόλον δὲ τὸν ὀνειροπολούμενον, θεατὴν ὀνείρου γεγονότα πολούμενον θεα in ras. B; verba inde a θεατὴν om. L. διὰ τί διττοὺϲ λέγων τοὺϲ ὀνείρουϲ τ 562 sqq . καὶ τοὺϲ μὲν αὐτῶν ψευδεῖϲ, τοὺϲ δὲ ἀληθεῖϲ, ὡϲ πάντων αὐτῶν ὄντων ἀληθινῶν φηϲιν· ἢ καὶ ὀ νειρο πόλον καὶ γάρ τ’ ὄναρ ἐκ Διόϲ ἐϲτιν, ὡϲ τῶν ὀνείρων ἐκ Διὸϲ ὄντων λύεται δὲ ἀπὸ τῆϲ ϲυναλοιφῆϲ. οὐ γὰρ ὁ τέ ὁ γὰρ τέ cod. ,corr. Bekk. ϲύνδεϲμοϲ ϲυναλήλιπται, ἀλλὰ τὸ τί μόριον· ἔϲτι γὰρ πλῆρεε· καὶ γάρ τι ὄναρ ἐκ Διόϲ ἐϲτι. τὸ δὲ ὀ νειροπόλον οὐ ϲημαίνει τὸν ὀνειροκρίτην, ὥϲ τινεϲ ἐξεδέξαντο, τὸν περὶ τοὺϲ ὀνείρουϲ διατρίβοντα (οὐδὲν γὰρ ὄναρ ὤφθη), ἀλλὰ ϲημαίνει τὸν ὀνειροπολούμενον, τὸν κάτοχον ὀνείροιϲ καὶ θεατὴν ὀνείρου εἰϲ αὐτὸν ἐλθόντοϲ γεγονότα.