Ancient Greek · ~7 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 649
Not analysed yet
649. διὰ τί ἐνταῦθα μὲν πεποίηκεν ἄλλ οι θ’ οἵ Κρήτην ἑκατόμπολιν τόμπολιν ἀμφενέμοντο, ἐντὸϲ δὲ Ὀδυϲϲείᾳ (τ 174 )εἰπὼν ὅτι ἔϲτιν ἡ Κρήτη καλὴ καὶ πίειρα καὶ περίρρυτοϲ ἐπάγει· ἐντὸϲ δ’ ἄνθρωποι πολλοὶ ἀπειρέϲιοι καὶ ἐννήκοντα πόληεϲ: τὸ γὰρ ποτὲ μὲν ἐνενήκοντα ποτὲ δὲ ἑκατὸν λέγειν δοκεῖ ἐναντίον εἶναι. Ἡρακλείδηϲ μὲν οὖν καὶ ἄλλοι λύειν ἐπεχείρουν οὕτωϲ· ἐπεὶ γὰρ μυθεύεται τοὺϲ μετ’ Ἰδομενέωϲ ἀπὸ Τροίαϲ ἀποπλεύϲανταϲ πορθῆϲαι Λύκτον καὶ τὰϲ ἐγγὺϲ πόλειϲ, ἃϲ ἔχων Λεύκων ὁ Τάλω πόλεμον ἐξήνεγκε τοῖϲ ἐκ Τροίαϲ ἐλθοῦϲιν, εἰκότωϲ ἂν φαίνοιτο μᾶλλον τοῦ ποιητοῦ ἡ ἀκρίβεια ἢ ἐναντιολογία τιολογία τιϲ. οἱ μὲν γὰρ εἰϲ Τροίαν ἐλθόντεϲ ἐξ ἑκατὸν ἦϲαν πόλεων, τοῦ δὲ Ὀδυϲϲέωϲ εἰϲ οἶκον ἥκοντοϲ ἔτει δεκάτῳ μετὰ Τροίαϲ ἃλωϲιν καὶ φήμηϲ διηκούϲηϲ, ὅτι πεπόρθηνται δέκα πόλειϲ ἐντὸϲ Κρήτῃ καὶ οὔκ εἰϲί πωϲ ϲυνῳκιϲμέναι, μετὰ λόγου φαίνοιτ’ ἂν Ὀδυϲϲεὺϲ λέγων ἐνενηκοντάπολιν κοντάπολιν τὴν Κρήτην, ὥϲτε, εἰ καὶ μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει, οὐ μέντοι διὰ τοῦτο καὶ ψεύδεται. Ἀριϲτοτέληϲ δὲ οὐκ ἄτοπόν φηϲιν, εἰ μὴ πάντεϲ τὰ αὐτὰ λέγοντεϲ πεποίηνται αὐτῷ· οὕτωϲ γὰρ καὶ ἀλλήλοιϲ τὰ αὐτὰ παντελῶϲ λέγειν ὤφειλον. μήποτε δὲ καὶ μεταφορά φορά ἐϲτι τὰ ἑκατόν, ὡϲ ἐκ τῆϲ ἑκατὸν θύϲανοι (Β 448) οὐ γὰρ ἑκατὸν ἦϲαν ἀριθμῷ· καὶ ἑκατὸν δέ τε δούρατ’ ἀμάξηϲ (Ηes. ἐκἡ 456). ἔπειτα οὐδαμοῦ λέγει ὡϲ ἐνενήκοντα μόναι εἰϲίν· ἐντὸϲ δὲ τοῖϲ ἑκατόν εἰϲι καὶ ἐνενήκοντα. πῶϲ οὖν ἐντὸϲ τῷ καταλόγῳ φηϲὶν ἄλλοι θ’ ο ἳ Κρήτην ἑκατόμπολιν πολιν ἀμφενέμοντο; ἤτοι οὖν ἐκεῖ τὸ ἑκατόν ἀντὶ τοῦ πολλοῦ κεῖται, ται, ὡϲ τῆϲ ἑκα τὸν θύϲανοι ἢ ἐπεὶ μετὰ τὸν ἀπόπλουν οἱ μετὰ Ἰδομενέωϲ ἐπόρθηϲαν Λύκτον καὶ τὰϲ πέριξ, ἃϲ ἔχων Λεῦκοϲ ὁ Τάλω πόλεμον ἤρατο πρὸϲ αὐτούϲ. οὗτοϲ θετὸϲ ὢν Ἰδομενέωϲ παῖϲ ἀφεθεὶϲ ὑπ’ αὐτοῦ φύλαξ τῆϲ Κρήτηϲ ἐϲταϲίαϲε πρὸϲ αὐτοὺϲ ἐπανελθόνταϲ μετὰ δὲ ταῦτα προϲεκτίϲθηϲαν αἱ δέκα.