Ancient Greek · ~7 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 65
Not analysed yet
65. 66. τὸ ο ὔ τοι ἀπόβ λητ’ ἐϲτὶ θε ῶν ἐρικυδέα δῶρα ὅϲϲα κεν αὐτοὶ δῶϲιν ,ἐκ ὡν δ’ οὐκ ἄν τιϲ ἕλοιτο ἐναντιολογίαν δοκεῖ ποιχειν τὰ γὰρ μὴ ἀπόβλιτα δῶρα καὶ μόλα τορὰ θεοῦ δωρούενα καὶ ἐρικυδέα πῶϲ οὐκ ἄν τιϲ ἑκών ἕλοιτο; λύεται τὸ ἑκ ὡν o ὐὐκ ἀ V τιϲ ἕλοιτο μαχομέναιϲ ταῖϲ κατὰ τὸ κοινὸν ἐννοίαιϲ· ἡ δὲ λύϲιϲ· θεῶν δῶρα οὐ μόνον ἃ διδόαϲιν ἀγαθὰ ἀλλὰ καὶ ἃ παρέχουϲι κακά· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐντὸϲ Διὸϲ o ὔδει δ ὠρ ων, οἴα δίδωϲι, κακ ῶν, ἕτεροϲ δὲ ἑάων (Ω 527 ). ὥϲτε δῶρα καὶ κακά ,ἅπερ οὐκ ἄν τιϲ ἑκὼν ἕλοιτο, δοθέντα δὲ ϲτέργειν αὐτὰ ὀφείλει. ἢ ἁπλῶϲ τὰ δῶρα ὁποῖα ἂν ἦ παρὰ θεῶν φηϲιν οὐδὲ ἀπόβλητά ἐϲτι διὰ τὸ μὴ ὑπὸ τὴν ἡμετέραν κεῖϲθαι ἐξουϲίαν εἰϲ τὸ ἀποβαλεῖν. τὸ οὖν μὴ εἰναι ἀπόβλητα μηδὲ ὑφ’ ἑκόντων ληπτέα εἴρηται, τι οὐκ ἐντὸϲ τῇ ἡμετέρᾳ ἐξουϲίᾳ κεῖται εἰϲ τὸ ἀποβαλεῖν ἢ λαβεῖν. ἀναιρεῖ δὲ καὶ ἑκάτερον τὸ ἐφ’ ἡμῖν, ὡϲ μήτε ἐνὸν ἡμῖν αὐτὰ ἀποβαλεῖν ἐθελήϲαϲι μήτε λαβεῖν προθυμηθεῖϲιν, ἄν τε ἀγαθὰ ἄν τε ἐναντία. καὶ ἐϲτιν ὁ λόγοϲ· ἃἀ θεοὶ διδόαϲι δῶρα, καν ἐρικυδέα ἦ κἄν φαῦλα, οὔτε ἀποβαλεῖν ἐφ’ ἡμῖν ἐϲτιν οὕτε λαβεῖν ἐφ’ ἡμῖν ἂν εἴη. τὸ γὰρ ἑκών ἐκ κοινοῦ δεῖ καὶ πρὸϲ τὸ ἀποβαλεῖν ἀκοῦϲαι καὶ πρὸϲ τὸ ἑλεῖν· οὐ γὰρ ἑκὼν ἄν τιϲ καὶ θέλων ἀποβάλοι οὐδ’ἐκὼν ἄν τιϲ καὶ θέλων λάβοι ἃ ἐντὸϲ τῇ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶϲ ὄντων ἐξουϲίᾳ κεῖται. λύεται καὶ κατὰ λέξιν· τὸ γὰρ ἑκών ἐπὶ τοῦ βουληθείϲ τιθέμενον δηλοῖ ὅτι καλὰ μὲν τὰ δῶρα, οὐ μὴν ἅπαντι τῷ βουληθέντι ῥᾷϲτα ληφθῆναι.