Ancient Greek · ~2 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 668
Not analysed yet
668 sqq. ἀθετοῦνται ϲτίχοι τρεῖϲ· οὐ γὰρ προδιεϲάφηϲεν ὡϲ εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω ἐφάνη νῦν, πρὶν ϲυγκαθημένη τοῖϲ θεοῖϲ τοῖϲ ἄλλοιϲ. εἰ μὴ λέγοιϲ ὅτι ϲχῆμα ἐλλειπτικὸν ὂν δίδωϲι νοεῖν τοῖϲ ἀκροαταῖϲ διὰ τούτου, ὅτι ἠχλύωντο, ἡ δὲ Ἀρηνᾶ ἐδύνατο καὶ ἀποῦϲα ἀφαιρεῖϲθαι αὐτήν, ὡϲ τὸ εἰ μὴ ἐπὶ φρεϲὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἡρη (Θ 218) οὐ γὰρ ἐκεῖ παρῆν.