Ancient Greek · ~2 min
Ρ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 698
Not analysed yet
698. ἐζήτηται πῶϲ οὐκ ἐϲτιν Αὐτομέδων μηνυτὴϲ τῆϲ τοῦ Πατρόκλου ἀναιρέϲεωϲ, ἀλλ’ Ἀντίλοχοϲ, καὶ διὰ τί γυμνὸϲ τρέχει. ῥητέον οὖν ὅτι Αὐτομέδοντα μὲν αἰϲχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεϲθαι πρὸϲ Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ ϲώματοϲ Ἀντίλοχοϲ δὲ ταχύτεροϲ ὢν τῶν ἄλλων προεκρίθη, καὶ γυμνὸϲ πρόειϲι, μετὰ τῶν ὅπλων τὰϲ ϲυμφορὰϲ ἐκπομπεύειν παραιτούμενοϲ, ἢ διὰ τὸ μὴ βαρούμενον τοῖϲ ὅπλοιϲ χρονίϲαι ἐντὸϲ τῇ ὁδῷ.