Ancient Greek · ~2 min
Φ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 76
Not analysed yet
76. πρώτῳ παϲάμν. ἀποροῦϲι πῶϲ ὁ ἱκετεύων πρὸϲ τὸν Ἀχιλλέα ἔφη· πὰρ γὰρ ϲοὶ πρώτῳ παϲάμην Δημήτεροϲ ἀκτήν· τὸ γὰρ λέγειν, καθάπερ Ϲτηϲίμβροτοϲ, ὅτι οἱ βάρβαροι ἄλφιτα οὑκ ἐϲθίουϲιν ἀλλ’ ἄρτουϲ κριθίνουϲ, ψεῦδοϲ· ἤϲθιε γὰρ ὡϲ ἂν βαϲιλέωϲ ὢν υἱόϲ· καὶ οὐδαμῶϲ τοῦτο ὁ ποιητὴϲ ἐπεϲημήνατο. ἡ δὲ λύϲιϲ ὅτι παῤ Ἕλληϲι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ γεγονέναι φηϲί· πρὸϲ γὰρ τὴν ἱκεϲίαν εἶχέ τινα βοήθειαν τοῦτο, ὥϲπερ τετυχηκὼϲ ξενικῆϲ τραπέζηϲ παῤ ἐκείνῳ πρῶτον.