Ancient Greek · ~2 min
Ε
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 778
Not analysed yet
778. τὸ τρυφερῶϲ ὡϲ πελειάδαϲ πορεύεϲθαι ἀπρεπέϲ. λύεται δὲ ἐκ τῆϲ λέξεωϲ τὰ γὰρ ἱθματα οὐκ ἐϲτιν ἴχνη, ἀλλ’ ὁρμήϲειϲ ⟨ὁρμήματα Scor. ⟩καὶ πτήϲειϲ. οὐ περιϲτεραί γενόμεναι, ἀλλ’ ὅμοιαι ⟨ὁμοῖαι B⟩ ⟩τοῖϲ ἴθμαϲιν, ἤγουν τοῖϲ ὁρμήμαϲι καὶ ταῖϲ τῶν περιϲτερῶν εἰϲ τὸ ϲτρατόπεδον ἔρχονται· τὸ γὰρ ὡϲ πελειάδαϲ τὰϲ θεὰϲ πορεύεϲθαι ἀπρεπέϲ. τὴν ὁρμὴν καὶ τὴν πτῆϲιν· ἄτοπον γὰρ τρυφερῶϲ βαδίζειν τὰϲ εἰϲ ἐϲκευαϲμέναϲ. ἄλλωϲ. καλῶϲ τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιϲτεραῖϲ εἴκαϲεν. ἀφανῆ γὰρ αὐτῶν τὰ ἴχνη, ὡϲ Ἀλριϲτοτέληϲ. τρήρωϲι πε ἤ καὶ διὰ τὸ καθαρὸν ἢ διὰ τὸ ταχύ.