Ancient Greek · ~5 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 844
Not analysed yet
844 sqq. μάχεϲθαι δοκεῖ τὸ α ὐτὰρ Θρήικα ϲ ἦγ’ Ἀκάμαϲ καὶ Πείροοϲ ἥρωϲ τῷ Ἰφιδάμαϲ Ἀντηνορίδηϲ ἠύϲ τε μἐγαϲ τε ὃϲ τράφη ἐντὸϲ Θρ ῄ κῃ (Λ 221) ἐκεῖ γὰρ ὑποτίθεται τὸν Ἰφιδάμαντα βαϲιλέα ϲιλέα τῶν Θρᾳκῶν. ἡ δὲ λύϲιϲ ἐκ τῆϲ λέξεωϲ· οὐ γὰρ οἱ περὶ τὸν Ἀκάμαντα πάνταϲ τοὺϲ Θρᾷκαϲ ἄγουϲιν, ἄλλωϲ τε ἐπεὶ εἴρηκεν ὅϲϲουϲ Ἑλλήϲποντοϲ ἀγάρροοϲ ἐντὸϲ ἐέργει, ὥϲτε τῶν ἐκτὸϲ Θρᾳκῶν καὶ τὸν Ῥῆϲον καὶ τὸν Ἰφιδάμαντα δύναϲθαι βαϲιλεύονταϲ ὕϲτερον εἶναι βοηθούϲ. πάλιν δὲ τὸ α ὐτὰ ρ Πυραίχμηϲ ἄγε Π αίοναϲ ἀγκυλοτόξουϲ (Β 848) ἐναντίον τῷ τὸν Ἀϲτεροπαῖον αὖθιϲ ὑποτίθεϲθαι τῶν Παιόνων βαϲιλέα (φ 14 sqq .) . λύοιτο δ’ ἂν τῷ καιρῷ· τὸν γὰρ Ἀϲτεροπαῖον οὐκ ἀπεικὸϲ χρονίζοντοϲ τοῦ πολέμου ἐλθεῖν ἄγοντα πάλιν τινὰϲ τῶν Παιόνων. τάχα δὲ καὶ τῇ λέξει διττὸν ἀποφαίνει γένοϲ Παιόνων· τοὺϲ μὲν γὰρ εἴρηκεν ἀγκυλοτόξουϲ, τοὺϲ δὲ δολιχεγχέαϲ (Φ 155). καὶ πῶϲ Ἰφιδάμαντα καὶ Ῥῆϲόν φηϲιν ἄρχειν τῶν Θρᾳκῶν ἀλλὰ προϲτέθεικεν ὅϲϲουϲ ὅϲουϲ codd. Ἑλλήϲποντοϲ. τῶν γὰρ Ἑλληϲποντίων ϲποντίων ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν Ἀκάμαϲ, ἑτέρων δὲ Ἰφιδάμαϲ, ὃϲ ἦλθε ϲὺν δυοκαίδεκα δύο καὶ δέκα Lp νηυϲίν (Λ 228), ἄλλων δὲ Ῥῆϲοϲ, ἤτοι τῶν περὶ τὸν om. codd. Λυδίαν.