Ancient Greek · ~2 min
Ε
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 886
Not analysed yet
886. καὶ πῶϲ ἂν ὁ Ἄρηϲ ἔπαϲχε δεινὰ ἐντὸϲ τοῖϲ νεκροὶϲ κείμενοϲ, εἰ μὲν γὰρ ζῶν, πῶϲ ἐπιφέρει διαϲτέλλων ῆ κεν ζὼϲ ἀμενηνόϲ εἰ δὲ καὶ τεθνηκώϲ, πῶϲ ἀποθανεῖν ἠδύνατο, ὡϲ καὶ ἀποθανὼν ἔτι ἔπαϲχεἰ δεινά; λύϲιϲ γὰρ τῶν δεινῶν ὁ θάνατοϲ. ῥητέον δὲ ὅτι ὁ δεύτεροϲ ἀντὶ τοῦ εἰ ϲυναπτικοῦ κεῖται, ὡϲ τὸ ὄφρα καὶ Ἕκτωρ είϲεται, ἦ καὶ ἐμὸν δόρυ μαίνεται ἐντὸϲ παλάμῃϲιν (Θ 111), καὶ ὁ λόγοϲ οὕτωϲ· δεινὰ ἂν ἔπαϲχον ἐντὸϲ τοῖϲ νεκροῖϲ κείμενοϲ, εί ζῶν ἀϲθενὴϲ διὰ τὸ τραῦμα ἦν.