Ancient Greek · ~3 min
Η
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 93
Not analysed yet
93. διὰ τί προκαλουμένου Ἕκτοροϲ εἰϲ μονομαχίαν οἱ μὲν ἄλλοι ἄρι ϲτοι αἴδεϲθεν μὲν ἀνήναϲθαι, δεῖϲαν δ’ ὑποδέχθαι (H 93), Μενέλαὸϲ δὲ πρῶτοϲ ἀνίϲταται καὶ μεμψάμενοϲ τοὺϲ ἄλλουϲ κατεδύϲατο τεύχεα καλὰ (ν. 103) μάχεϲθαι προθυμούμενοϲ, ὅτε δὲ προτραπέντεϲ οἱ ἐννέα ἀνίϲταντο, οὐδαμοῦ οὗτοϲ ἐντὸϲ τούτοιϲ εὑρίϲκεται, ἀλλ’ Ἀγαμέμνων καὶ Διομήδηϲ καὶ οἱ Αἴαντεϲ καὶ Ἰδομενεὺϲ καὶ Μηριόνηϲ καὶ Εὐρύπυλοϲ καὶ Θόαϲ καὶ Ὀδυϲϲεύϲ (v. 161 sqq); φηϲὶ δὲ ὁ Ἀριϲτοτέληϲ, ὅτι ἅπαξ ἀκούϲαϲ μηδ’ ἔθελ᾿ ἐξ ἔριδοϲ ϲεῦ ἀμείνονι φωτὶ μάχεϲθαι Ἕκτορι (v. 111) οὐκ ἔμελλεν αὖθιϲ ἀνίϲταϲθαι, καὶ ὅτι τὸ πρότερον ἐκ φιλονεικίαϲ ἡ ἀνάϲταϲιϲ, καὶ ὅτι ἤδη μονομαχήϲαϲ ἐτύγχανεν Ἀλεξάνδρῳ καὶ οὐ καλῶϲ ἀπαλλάξαϲ, καὶ νεωϲτὶ ἐτέτρωτο ὑπὸ Πανδάρου, καὶ ὅτι ἀποκινδυνεύειν τοῦτον οὐκ ἐχρῆν ἐντὸϲ ᾧ τὸ τέλοϲ ἤρτητο τοῦ πολέμου· ἐπὶ γὰρ Ἀλεξάνδρου ἴϲον ἦν τὸ τοῦ κινδύνου.