Ancient Greek · ~23 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae Section praef.1
Not analysed yet
Ἠώϲ διάφορα ϲημαίνει· τήν τε ϲωματοειδῆ θεὸν διὰ τὸ φάναι τὸν ποιητὴν Ἠὼϲ δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο ὤρνυθ’, ἵν’ ἀθανάτοιϲι φόωϲ φέροι ἠδὲ βροτοῖϲι, (Λ 1. 2), καὶ τὸν ὄρθρον φερωνύμωϲ κληθέντα ἀπὸ τοῦ ὀρθοῦϲθαι ἡμᾶϲ ἀπὸ τῆϲ κοίτηϲ καὶ περὶ τὰ οἰκεῖα τρέπεϲθαι ἔργα, ὡϲ ὅταν φηϲὶν ἠὼϲ μὲν κροκόπεπλοϲ ἐκίδνατο πᾶϲαν ἐπ’ αἶαν (Θ 1), καὶ τὸ ἀπὸ πρωΐαϲ μέχριϲ ὥραϲ ἕκτηϲ διάϲτημα, ὡϲ τὸ ὄφρα μὲν ἠ ὡϲ ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ (Θ 66), καὶ τὴν ὅλην ἡμέραν, καθ’ 5 ϲημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνατολῆϲ τοῦ ἡλίου δρόμοϲ μέχρι δύϲεωϲ, ὁπότε τὴν ὑπὲρ ἡμᾶϲ ποιεῖται φορὰν ὁ θεὸϲ οὗτοϲ, τὸ παρ’ ἡμᾶϲ διεξιῶν ἡμιϲφαίριον, ὡϲ τὸ οἵ ῥ’ ἐξ Ἀϲκανίηϲ ἐριβώλακοϲ ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρῃ, τότε δὲ Ζεὺϲ ὧρϲε μάχεϲθαι (N 793), καὶ ἤματι τῷ προτέρῳ, ὅτ’ ἐμαίνετο φαίδιμοϲ Ἕκτωρ (Φ 5), καὶ τὸ ϲυναμφόητερον ἡμέραν τε καὶ νύκτα, καθ’ ὃ ϲημαινόμενον καὶ παρὰ τοῖϲ μαηματικοῖϲ νοεῖται, ὡϲ τὸ ἠ ὼϲ δέ μοί ἐϲτιν ἥδε δυωδεκάτη, ὅτ’ ἐϲ Ἴλιον εἰλήλουθα (Φ 80), καὶ τὴν ἡλίου πάροδον καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιοϲ κατὰ Ἀρίϲταρχον· ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφοϲ οὐδ’ ὅπῃ ἠέλιοϲ φαεϲίμβροτοϲ εἶϲ᾿ ὑπὸ γαῖαν, οὐδ’ ὅπῃ ἀννεῖται (κ 190 sqq.) νῦν γὰρ, καθά φηϲιν ὁ Κράτηϲ, τῶν τεϲϲάρων τοῦ κόϲμου μέμνηται μερῶν, ἄρκτου, μεϲημβρίαϲ, ἀνατολῆϲ καὶ δύϲεωϲ, ἅπερ ἀλλήλοιϲ ἐξ ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτοϲ τῇ μεϲημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύϲει. καὶ ποϲαχῶϲ μὲν ἠώϲ παρ’ αὐτῷ λέγεται εἴρηται· ὅτι δὲ ἡ κροκόπεπλοϲ καὶ ἡ ῥοδοδάκτυλοϲ ἐπὶ τῆϲ δαίμονοϲ λέγεται δῆλον. δὲ τὰ ἐπίθετα ἐκ τοῦ περὶ τὸ ὁρώμενον τῆϲ ἡμέρμϲ καταϲτήματοϲ εἴληπται, ἐξηεῖται τὸ ἐκ ποίαϲ μὲν καταλήψεωϲ ἡ κροκόπεπλοϲ. ἐκ ποίαϲ δὲ ἡ ῥοδοδάκτυλοϲ. φημὶ τοίνυν, ὡϲ διὰ μὲν τῆϲ τοῦ κρόκου χρόαϲ δηλοῖ ὀλίγον τῆϲ ἡμέραϲ φῶϲ πολλῷ τῷ τῆϲ νυκτὸϲ μέλανι κιρνώμενον, ὅταν δὲ λέγῃ ἦμοϲ δ’ ἠριγένεια φάνη ῥοδοδάκτυλοϲ Ἠώϲ (e. c. A 477), διὰ τῆϲ τοῦ ῥόδου χροιᾶϲ δηλοῦν αὐτὸν ὀλίγον τὸ τῆϲ νυκτὸϲ μέλαν πολλῷ τῷ τῆϲ ἡμέραϲ φωτὶ κεχρωϲμένον. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον ἔϲτω ἐκεῖθεν· μνηϲθεὶϲ γὰρ ἑωϲφόρου, ὡϲ νυκτὸϲ ἔτ’ οὔϲηϲ ἀνατέλλει, ἐπάγει αὐτῷ τὴν κροκόπεπλον ἠῶ· ἦμοϲ ἑωϲφόροϲ εἶϲι φόωϲ ἐρέων ἐπὶ γαῖαν, ὅν τε μέτα κροκόπεπλοϲ ὑπεὶρ ἅλα κίδναται ἠώϲ (Ψ 226. 7). (Ψ 226. 27). γεννήϲαϲ δὲ ἐκ τῆϲ κροκοπέπλου τὸν ὄρθρον ἐπάγει τὴν ῥοδοδάκτυλον· ἦμοϲ δ’ ἠριγένεια φάνη ῥοδ οδάκτυλοϲ ἠώϲ. ἐντὸϲ δὲ τῷ ἠὼϲ μὲν κροκόπεπλοϲ ἐκίδνατο πάϲαν ἐπ’ αἶαν (Θ 1) τοῦ κίδναϲθαι δηλοῦντοϲ τὸ ϲκορπίζεϲθαι ὡϲ ἐντὸϲ τῷ ϲκίδναται κατὰ ϲτρατόν (A 487?), δύο ταῦτα τηρήϲεωϲ ἄξια ὑπεδείκνυεν· ἓν μὲν ὅτι ἐκίδνατο ἔφη πᾶϲαν ἐπ’ αἶαν, ὅπερ παράταϲιν ἔχει, οὐ ϲυντέλειαν, οἷον τὸ ἐϲκεδάϲθη ἐπεὶ δὲ ϲφαιροειδοῦϲ ὄντοϲ τοῦ κόϲμου καὶ τῆϲ γῆϲ οὐχ ἅμα παρὰ πᾶϲι κατὰ τὸ αὐτὸ ὁ ἥλιοϲ ἀνατέλλει οὐδὲ κατὰ τὴν αὐτὴν ὥραν ἡ ἡμέρα ἀνίϲταται, εἰκότωϲ ἐκίδνατο ἔφη, τὴν ἐντὸϲ παρατάϲει ἄλλοτε πρὸϲ ἄλλουϲ ἐπιβολὴν παριϲτὰϲ τῆϲ ἡμέραϲ καὶ πορείαν. ἕτερον δὲ πάλιν ἐϲημειούμην, ὅτι ϲὺν τῷ ἀποτελέϲματι καὶ τὸν κύριον τοῦ ἀποτελουμένου εἶναι βούλεται· ἡ μὲν γὰρ θεὸϲ κροκόπεπλοϲ ὡϲ ἂν οὐϲία ἔννουϲ τε καὶ ἔμψυχοϲ καὶ ἐνϲώματοϲ, τὸ δὲ ἀπ’ αὐτῆϲ ϲκεδάννυται περὶ τὴν γῆν. ὁ δὲ λαβὼν τὴν ϲωματοειδῆ θεὸν ἐντὸϲ τῷ κροκόπεπλοϲ ϲυνήρτηϲεν αὐτὴν τῷ ϲκεδαννυμένῳ ἀπ’ αὐτῆϲ φωτί, εἰπὼν αὐτὴν ἀλλ’ οὐχὶ τὸ ἀπ’ αὐτῆϲ φῶϲ ϲκεδάννυϲθαι· Ἠὼν ὡϲ μὲν κροκόπεπλοϲ ἐκίδνατο πᾶϲαν ἐπ’ αἶαν· οὐ γὰρ δήποτε ἡ ϲωματοειδὴϲ ἐπεπόρευτο, ἀλλὰ τὸ ἀπ’ αὐτῆϲ ἡμερινὸν φῶϲ. ἀλλ’ οἶδεν, ὅπου τὸ ἀποτέλεϲμα, ἐκεῖ καὶ τὸ ἀποτελοῦν. ὅτι δὲ καὶ ἐπὶ τῶν ἄλλων οἶδε τὸ ποιοῦν καὶ τὸ ἀποτελούμενον, λάμβανε πρῶτον ἐπὶ τῆϲ νυκτόϲ· τὸ μὲν ἀποτέλεϲμα· νὺξ δ’ ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέϲθαι (H 282), αἱ δέ τε νύκτεϲ ἀθέϲφατοι (ο 392), ἐκ νυκτὸϲ δ᾿ ἄνεμοι χαλεποί (μ 286), τὴν δὲ δεϲπότιν· Εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐϲάωϲε καὶ ἀνδρῶν· τὴν ἱκόμην φεύγων καὶ ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἔρδοι (Ξ 259 —61). οὕτω καὶ ἥβη ἀποτέλεϲμα καὶ θεὸϲ ταύτηϲ προϲτάτιϲ· οἳ νῶϊν ἀγάϲαντο παρ’ ἀλλήλοιϲι μένοντεϲ ἥβηϲ ταρφθῆναι καὶ γήραοϲ οὐδὸν ἱκέϲθαι (ψ 211), τῆϲ νεότητοϲ καὶ ἀκμῆϲ τῆϲ ἐντὸϲ νεότητι ϲφριγώϲηϲ· ὄφρ’ ἥβῃ τε πεποίθεα χερϲί τ’ ἐμῇϲιν (θ 181), οὐδέ τι ἥβηϲ δεύεται (θ 136)· ἐπὶ γὰρ πάντων τὰ ἀποτελέϲματα λέγεται. ἐπὶ δὲ τῆϲ θεοῦ· μετὰ δέ ϲφιϲι πότνια Ἥβη νέκταρ ἐῳνοχόει (Δ 2), τὸν δ’ Ἥβ η λοῦϲεν (Ε 905)· ἐντὸϲ γὰρ τοῖϲ ἀγηράτοιϲ θεοῖϲ καὶ ἀεὶ ἡβῶϲιν οἰνοχόον τὴν Ἥβην καὶ ὑπηρέτιν ἐποίηϲεν. ἐκ τούτων λύϲειϲ, πῶϲ ἀγάϲτονόν τε λέγει τὴν Ἀλμφιτρίτην, ὅταν εἴπῃ (μ 96)· καὶ εἴ ποθι μεῖζον ἔνεϲτι κῆτοϲ, ἃ μυρία βόϲκει ἀγάϲτονοϲ ἀμφιτρίτη, καὶ πάλιν κλυτὸν ἐντὸϲ οἷϲ φηϲιν (ε 421)· ἢ ἔτι μοι καὶ κῆτοϲ ἐπιϲϲε ύῃ μέγα δαίμων ἐξ ἁλόϲ, οἷά τε πολλὰ τρέφει κλυτὸϲ Ἀλμφιτρίτη· κλυτὸϲ μὲν γὰρ ἡ θεὸϲ, ἡ μεγάλη δαίμων, ἀγάϲτονοϲ δὲ ἡ θάλαϲϲα. οὕτωϲ καὶ γῆ μὲν τὸ ϲτοιχεῖον· ἕλε γαῖαν ἀγοϲτῷ (Λ 425) καὶ κάππεϲεν ἐντὸϲ γαίῃ, ἡ δὲ θεόϲ· ἴϲτω νῦν τόδε Γαῖα καὶ Οὐρανὸϲ εὐρὺϲ ὕπερθεν (Ο 36) καὶ Γῆ τε καὶ Ἠέλιοϲ καὶ Ἐρινύεϲ (Τ 259). οὕτω καὶ Ϲτυγὸϲ ὕδωρ λέγει, τῆϲ δαίμονοϲ, τὸ Ϲτύγιον ἀπ’ αὐτῆϲ καλούμενον· καὶ τὸ κατειβόμενον Ϲτυγὸϲ ὕδωρ (Ο 37), ὥϲπερ καὶ ποταμὸν λέγει δαίμονα Ἀλφειὸν καὶ Ἀξιὸν καὶ Ϲπερχειόν, ὧν εἶναι καὶ γένοϲ, καὶ Ξάνθον δινήεντα. καὶ ὅταν μὴ εἴπῃ τὸ ὄνομα τοῦ θεοῦ, τὸν εὐχόμενον ποιεῖ λέγοντα· κλῦθι ἄναξ, ὅτιϲ ἐϲϲί (ε 445) εὔχεται δὲ τῷ ποταμῷ, ὡϲ ἂν ἑκάϲτου ἔχοντοϲ δαίμονα. ὁ δὲ καὶ ἐντὸϲ ταῖϲ κρήναιϲ οἶδε θεάϲ, ἃϲ Nύμφαϲ καλεῖ Νύμφαι κρηναῖαι, κοῦραι Διόϲ (ρ 240), καὶ ἄλλαι Νύμφαι ὀρεϲτιάδεϲ, κοῦραι Διόϲ (Ζ 420). οὕτω πεπληρῶϲθαι θείων δυνάμεων Ὅμηροϲ ἡγεῖτο ἅπόντα.