# Vita Plotini 25

Porphyrius, Vita Plotini, 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-plotini/25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/porphyrius/vita-plotini/25

ταύτας τὰς τρεῖς ἐννεάδας ἡμεῖς ἐν ἑνὶ σωματίῳ τάξαντες κατεσκευάσαμεν. ἐν δὲ τῇ τρίτῃ ἐννεάδι ἐτάξαμεν καὶ τὸ " περὶ τοῦ εἰληχότος ἡμᾶς δαίμονος ", ὅτι καθόλου θεωρεῖται τὰ περὶ αὐτοῦ καὶ ἔστι τὸ πρόβλημα καὶ παρὰ τοῖς τὰ κατὰ τὰς γενέσεις τῶν ἀνθρώπων σκεπτομένοις. ὁμοίως δὲ καὶ ὁ " περὶ ἔρωτος " τόπος. τὸ δὲ " περὶ αἰῶνος καὶ χρόνου " διὰ τὸ περὶ τοῦ χρόνου ἐνταῦθα ἐτάξαμεν. τὸ δὲ " περὶ φύσεως καὶ θεωρίας καὶ τοῦ ἑνὸς " διὰ τὸ περὶ φύσεως κεφάλαιον ἐνταῦθα τέτακται. ἡ δὲ τετάρτη ἐννεὰς μετὰ τὰ περὶ κόσμου τὰ περὶ ψυχῆς εἴληχε συγγράμματα. ἔχει δὲ τάδε· αʹ· περὶ οὐσίας ψυχῆς πρῶτον· οὗ ἡ ἀρχή· τὴν τῆς ψυχῆς οὐσίαν τίς ποτέ ἐστι. βʹ· περὶ οὐσίας ψυχῆς δεύτερον· οὗ ἡ ἀρχή· ἐν τῷ κόσμῳ τῷ νοητῷ. γʹ· περὶ ψυχῆς ἀποριῶν πρῶτον· οὗ ἡ ἀρχή· περὶ ψυχῆς ὅσα ἀπορήσαντας δεῖ εἰς εὐπορίαν καταστῆναι. δʹ· περὶ ψυχῆς ἀποριῶν δεύτερον· οὗ ἡ ἀρχή· τί οὖν ἐρεῖ. εʹ· περὶ ψυχῆς ἀποριῶν τρίτον ἢ περὶ ὄψεως· οὗ ἡ ἀρχή· ἐπειδὴ ὑπερεθέμεθα σκέψασθαι. Ϛʹ· περὶ αἰσθήσεως καὶ μνήμης· οὗ ἡ ἀρχή· τὰς αἰσθήσεις οὐ τυπώσεις. ζʹ· περὶ ἀθανασίας ψυχῆς· οὗ ἡ ἀρχή· εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος. ηʹ· περὶ τῆς εἰς τὰ σώματα καθόδου τῆς ψυχῆς· οὗ ἡ ἀρχή· πολλάκις ἐγειρόμενος. θʹ· εἰ αἱ πᾶσαι ψυχαὶ μία· οὗ ἡ ἀρχή· ἆρα ὥσπερ τὴν ψυχὴν ἑκάστου φαμέν. ἡ μὲν οὖν τετάρτη ἐννεὰς τὰς περὶ ψυχῆς αὐτῆς ὑποθέσεις ἔσχε πάσας. ἡ δὲ πέμπτη ἔχει μὲν τὰς περὶ νοῦ, περιέχει δὲ ἕκαστον τῶν βιβλίων ἔν τισι καὶ περὶ τοῦ ἐπέκεινα καὶ περὶ τοῦ ἐν ψυχῇ νοῦ καὶ περὶ τῶν ἰδεῶν. ἔστι δὲ τάδε· αʹ· περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων· οὗ ἡ ἀρχή· τί ποτέ ἐστιν ἄρα τὸ πεποιηκός. βʹ· περὶ γενέσεως καὶ τάξεως τῶν μετὰ τὸ πρῶτον· οὗ ἡ ἀρχή· τὸ ἓν πάντα. γʹ· περὶ τῶν γνωριστικῶν ὑποστάσεων καὶ τοῦ ἐπέκεινα. οὗ ἡ ἀρχή· ἆρα τὸ νοοῦν ἑαυτὸ ποικίλον δεῖ εἶναι. δʹ· πῶς ἀπὸ τοῦ πρώτου τὸ μετὰ τὸ πρῶτον καὶ περὶ τοῦ ἑνός· οὗ ἡ ἀρχή· εἴ τι ἔστι μετὰ τὸ πρῶτον, ἀνάγκη ἐξ ἐκείνου εἶναι. εʹ· ὅτι οὐκ ἔξω τοῦ νοῦ τὰ νοητὰ καὶ περὶ τα- τἀγαθοῦ· οὗ ἡ ἀρχή· τὸν νοῦν τὸν ἀληθῆ νοῦν. Ϛʹ· περὶ τοῦ τὸ ἐπέκεινα τοῦ ὄντος μὴ νοεῖν· καὶ τί τὸ πρώτως νοοῦν καὶ τί τὸ δευτέρως· οὗ ἡ ἀρχή· τὸ μέν ἐστι νοεῖν. ζʹ· περὶ τοῦ εἰ καὶ τῶν καθέκαστά ἐστιν εἴδη· οὗ ἡ ἀρχή· εἰ καὶ τοῦ καθέκαστον. ηʹ· περὶ τοῦ νοητοῦ κάλλους· οὗ ἡ ἀρχή· ἐπειδή φαμεν τὸν ἐν θέᾳ τοῦ νοητοῦ. θʹ· περὶ νοῦ καὶ τῶν ἰδεῶν καὶ τοῦ ὄντος· οὗ ἡ ἀρχή· πάντες ἄνθρωποι ἐξ ἀρχῆς γενόμενοι.

---

Porphyrius, Vita Plotini. Text: Open Greek Corpus, from GLAUx, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003658.
