# Vita Pythagorae 3

Porphyrius, Vita Pythagorae, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-pythagorae/3

Δοῦρις δʼ ὁ Σάμιος ἐν δευτέρῳ τῶν ὥρων παῖδά τʼ αὐτοῦ ἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλον φησὶ γενέσθαι Δημοκρίτου. τὸν δʼ Ἀρίμνηστον κατελθόντʼ ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὐ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε· Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μʼ ἀνέθηκε, πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας. τοῦτο δʼ ἀνελόντα Σῖμον τὸν ἁρμονικὸν καὶ τὸν κανόνα σφετερισάμενον ἐξενεγκεῖν ὡς ἴδιον. εἶναι μὲν οὖν ἑπτὰ τὰς ἀναγεγραμμένας σοφίας· διὰ δὲ τὴν μίαν, ἥν Σῖμος ὑφείλετο, συναφανισθῆναι καὶ τὰς ἄλλας τὰς ἐν τῷ ἀναθήματι γεγραμμένας.

---

Porphyrius, Vita Pythagorae, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg002.local001/.
