# Vita Pythagorae 38

Porphyrius, Vita Pythagorae, Section 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-pythagorae/38

παρῄνει δὲ περὶ μὲντοῦ θείου καὶ δαιμονίου καὶ ἡρῴου γένους εὔφημον εἶναι καὶ ἀγαθὴν ἔχειν διάνοιαν, γονεῦσι δὲ καὶ εὐεργέταις εὔνουν· νόμοις δὲ πείθεσθαι· προσκυνεῖν δὲ μὴ ἐκ παρέργου τοὺς θεούς, ἀλλʼ οἴκοθεν ἐπὶ τοῦτο ὡρμημένοις· καὶ τοῖς μὲν οὐρανίοις θεοῖς περιττὰ θύειν, τοῖς δὲ χθονίοις ἄρτια. ἐκάλει γὰρ τῶν ἀντικειμένων δυνάμεων τὴν μὲν βελτίονα μονάδα καὶ φῶς καὶ δεξιὸν καὶ ἴσον καὶ μένον καὶ εὐθύ, τὴν δὲ χείρονα δυάδα καὶ σκότος καὶ ἀριστερὸν καὶ ἄνισον παὶ περιφερὲς καὶ φερόμενον. παρῄνει δὲ καὶ τοιάδε.

---

Porphyrius, Vita Pythagorae, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg002.local001/.
