# Vita Pythagorae 42

Porphyrius, Vita Pythagorae, Section 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/porphyrius/vita-pythagorae/42

ἦν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιοῦτον. ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ πλεονεκτεῖν. μὴ τὸ πῦρ τῇ μαχαίρᾳ σκαλεύειν, ὅπερ ἦν μὴ τὸν ἀνοιδοῦντα καὶ ὀργιζόμενον κινεῖν λόγοις τεθηγμένοις. στέφανόν τε μὴ τίλλειν, τουτέστι τοὺς νόμους μὴ λυμαίνεσθαι· στέφανοι γὰρ πόλεων οὗτοι. πάλιν δʼ οὖ ἕτερα τοιαῦτα. μὴ καρδίαν ἐσθίειν, οἷον μὴ λυπεῖν ἑαυτὸν ἀνίαις. μηδʼ ἐπὶ χοίνικος καθέζεσθαι, οἷον μὴ ἀργὸν ζῆν. μηδʼ ἀποδημοῦντα ἐπιστρέφεσθαι, μὴ ἔχεσθαι τοῦ βίου τούτου ἀποθνήσκοντα· τὰς λεωφόρους μὴ βαδίζειν, διʼ οὗ ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἐκώλυεν, τὰς δὲ τῶν λογίων καὶ πεπαιδευμένων μεταθεῖν. μηδὲ χελιδόνας ἐν οἰκίᾳ δέχεσθαι, τουτέστι λάλους ἀνθρώπους καὶ περὶ γλῶτταν ἀκρατεῖς ὁμωροφίους μὴ ποιεῖσθαι. φορτίον δὲ συνανατιθέναι μὲν τοῖς βαστάζουσι, συγκαθαιρεῖν δὲ μή, διʼ οὐ παρῄνει μηδενὶ πρὸς ῥᾳστώνην, ἀλλὰ πρὸς ἀρετὴν συμπράττειν. θεῶν τʼ εἰκόνας ἐν δακτυλίοις μὴ φορεῖν, τουτέστι τὴν περὶ θεῶν δόξαν καὶ λόγον πρόχειρον μηδὲ φανερὸν ἔχειν μηδὲ εἰς πολλούς προφέρειν. σπονδάς τε ποιεῖσθαι τοῖς θεοῖς κατὰ τὸ οὖς τῶν ἐκπωμάτων· ἐντεῦθεν γὰρ ᾐνίττετο τιμᾶν τοὺς θεοὺς καὶ ὑμνεῖν τῆ μουσικῇ· αὕτη γὰρ διὰ ὤτων χωρεῖ. μὴ ἐσθίειν ὅσα μὴ θέμις, γένεσιν, αὔξησιν, ἀνχήν, τελευτήν, μηδʼ ἐξ ὧν ἡ πρώτη τῶν πάντων ὑπόθεσίς γίνεται.

---

Porphyrius, Vita Pythagorae, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2034.tlg002.local001/.
