Ancient Greek · ~20 min
I. ZHTHMATA CODICIS VATICANI.
Porphyrius, Zetemata codicis Vaticani Θ΄..1
Not analysed yet
(Τransiit in schol. *Β f. 175b ad ἄμερδεν N 340.) Ἠξίουν ἡμᾶϲ παρατηροῦνταϲ τὴν τοῦ ποιητοῦ ἐντὸϲ πᾶϲι λεπτουργίαν ἰχνεύειν καὶ τὴν ἐντὸϲ τοῖϲ ὀνόμαϲιν αὐτοῦ πρὸϲ αὐτὸν ὁμολογίαν. φωτὸϲ γὰρ ἐντὸϲ τοῖϲ ὀφθαλμοῖϲ ἡμῶν ὄντοϲ ϲυμμέτρου δι’ οὗ ὁρῶμεν τὰ πεφωτιϲμένα ,τὴν τυφλότητα ὁτὲ μέν φηϲιν ὀφθαλμοῦ ἀλάωϲεν (α 69. ι 516), ἀφῃρῆϲθαι τὸ λεύϲϲειν παριϲτάϲ, ὁτὲ δὲ ὁφθαλμ ῶν μὲν ἄμερϲε (θ 64), τὸ τοῦ μαίρειν ἐϲτερημένον λέγων ϲκοτεινόν· καὶ τὸ τοῦ μαίρειν ἐϲτερημένον εἴδωλον ἀμαυρόν ἔφη (δ 824)· φωτὸϲ γὰρ παρουϲίᾳ καὶ ὀφθαλμὸϲ ὁρῶν τὰ ὁρώμενα φαίνεται. διττῆϲ οὖν ὀφθαλμῶν οὔϲηϲ καὶ κατὰ Πλάτωνα (resp. VIl. p. 518 Α )ἐπιταράξεωϲ ἢ γὰρ διὰ ϲκότοϲ ἢ δι’ ὑπερβολὴν τοῦ ϲυμμέτρου φωτόϲ τὸ μὲν διὰ ϲκότοϲ μὴ μαίρειν ἢ μαρμαίρειν ἀμέρδειν εἶπε καὶ ἀμαυρόν, τὸ δὲ διὰ ϲτιλβηδόνα, ἐπὶ τοῦ χαλκοῦ · ὄϲϲε δ’ ἄμερδεν αὐγὴ χαλ κείη κορύθων ἀ πὸ λαμπομενάων θωρήκων τε νεοϲμήκτων ϲακέων τε φαειν ῶν (Ν 340. 41). ὅθεν καὶ ἐπίθετα χαλκοῦ ἐφιλοτέχνηϲε, τὸ νώροπα χαλκόν (B 578) καὶ ἤνοπι χαλκ ῷ (Π 408), ϲημαίνων τὸν μὴ ἐῶντα τοὺϲ ὦπαϲ ὁρᾶν διὰ τὴν προϲοῦϲαν ϲτιλβηδόνα. εἰ δὲ τὸ μέρδειν τὸ μαίρειν ἐϲτὶ καὶ τὸ μὴ μέρδειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρδον ϲμερδαλέον ἂν εἴη, τῆϲ ζα ἐγκειμένηϲ ὡϲ ἐντὸϲ τῷ ζαχρειήϲ. ὅταν οὖν ἐπὶ τοῦ δράκοντοϲ λέγῃ ϲμερδαλέον δὲ δέδ ορκε (X 95), τὸ ἄγαν ϲτίλβον τῶν ὀφθαλμῶν ἀκουϲόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δράκω εἴρηται. καὶ τὸ ϲμερδαλέω δὲ λέον τε (Π 579) ἐπὶ τῆϲ ἐκφοβούϲηϲ αὐτῶν ἐνοράϲεωϲ ἐκδεξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ λεύϲϲειν ὠνόμαϲται. αὐτὸϲ γὰρ ἡρμήνευϲε τί τὸ ϲμερδαλέον, ἐπ’ αὐτῷ εἰπ ὼν γλαυκιόων (Υ 172). καὶ ἡ ἀϲπὶϲ δὲ τῆϲ Ἀθηνᾶϲ διὰ τὴν μαρμαρυγὴν δεινή τε ϲμερδνή τε (ε 742)· δεινὸν γὰρ καὶ φοβερὸν καὶ τὸ ἄγαν λαμπρὸν καὶ ϲτίλβον, ὡϲ ἐπὶ τῆϲ Ἀθηνᾶϲ τῆϲ γλαυκώπιδοϲ ἔφη· δειν ὼ δέ οἱ ὄϲϲε φάανθεν (Α 200), ὅπερ ἐπ’ ἄλλων ἔφη ὄμματα μαρμαίροντα (Γ 397 ). γλαυκιόων τεϲ δὲ λέοντεϲ καὶ Ἀθηνᾶ γλαυκῶπιϲ ἀπὸ τοῦ γάλακτοϲ, ὅ ἐϲτιν ἄϲκιον καὶ διὰ τοῦτο λευκόν, ὑπ’ αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ ϲκιά, οἷον ϲκιόωντό τε πᾶϲαι ἀγυιαί (β 388), ἤτοι ἡλίου δύντοϲ ϲυνεϲκοτοῦντο· ὀξὺ δὲ τὸ λευκόν, ὡϲ τὸ μέλαν ἀμβλύ ἡ οὖν ὀξὺ ὁρῶϲα γλαυκῶπιϲ. ἀπὸ δὲ τοῦ γάλακτοϲ καὶ τῆϲ ϲτιλβηδόνοϲ γλαυκ ὴ καὶ ἡ άλαϲϲα εἴρηται (Π 34). καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη (Ξ 494. ι 390), καὶ τρίγληνα ἐλλόβια (Ξ 183. ϲ 298), ἀπὸ τοῦ ἐντὸϲ λευκότητι ἀποϲτίλβειν· καὶ ὃϲ γλήνεα πολλὰ κεχάνδει (Ω 192), τὰ μὴ ἐρρυπωμένα ἱμάτια ἀλλὰ ϲτιλπνὰ διὰ καθαρότητα. καὶ ζοφουμένηϲ μὲν τῆϲ θαλάϲϲηϲ μελάνει δέ τε πόντοϲ (Η 64 )λέγει, ἀταράχου δὲ οὔϲηϲ καὶ διειδοῦϲ λευκὴ δ’ ἦν ἀμφὶ γαλήνη (Κ 94) καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτοϲ εἴρηται. καὶ ἐπεὶ τὸ μέλαν ϲκυθρωπόν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη· γέλωϲ δ’ ἡ ἱλαρότηϲ· γέλαϲε δὲ πᾶϲα περὶ χθ ὼν φηϲὶ χαλκοῦ ὑπὸ ϲτεροπῆϲ (Τ 362) ,ἀπὸ τῆϲ γῆϲ τῆϲ λαμπούϲηϲ καὶ διὰ τῆϲ ϲτιλβηδόνοϲ φαιδρυνομένηϲ. καὶ ὁ γαίων δὲ τῷ κύδεϊ (Α 405), ὁ διαχεόμενοϲ καὶ λαμπρυνόμενοϲ διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶϲ ἐϲτιν ἐντὸϲ τοῖϲ ὀφθαλμοῖϲ, ὅταν μὲν ἥμερον βλέπωϲι, φάεα αὐτὰ καλεῖ· κύϲϲε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά (π 15). ἀπὸ τοῦ ἐντὸϲ αὐτοῖϲ φωτόϲ· ὅταν γὰρ ἀποθάνῃ· κατὰ δ’ ὄϲϲ’ ἐρε βεννὴ ν ὺξ ἐκάλυψεν (ε 659 ?)ὅταν δὲ ἐξαγριωθῶϲιν ὑπ’ ὀργῆϲ καὶ ἐκκαυθῶϲιν, ἔτι μὲν ἀρχομένηϲ τῆϲ ὀργῆϲ· πυρὶ λαμπετόων τι ἐίκτην (Α 104), κρατηϲάϲηϲ δέ· πῦρ ὀφθαλμοῖϲι δεδορκώϲ (τ 446)· καὶ γὰρ τὸ φῶϲ ἀπὸ πυρόϲ. καὶ τὸ ὕφαιμον δ’ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἶμα ϲμερδαλέον εἴρηται· ϲμερδαλέοϲ δ’ α ὐτῇ ϲι φάνη κεκακωμένοϲ ἅλμῃ (ζ 13 7 ),ἤγουν ὕφαιμον βλέπων διὰ τὸ πυρωτοὺϲ ἔχειν τοὺϲ ὀφθαλμοὺϲ ἐκ τῆϲ ἁλόϲ. καὶ ἐπὶ τοῦ πυρὸϲ δίκην μαινομένου εἰπὼν μαίνετο δ’ ὡϲ ὅτ’ Ἄρηϲ ἐγχέϲπαλοϲ ἢ ὀλοὸν π ῦρ (ρ 605) ἐπάγει· τὼ δέ οἱ ὄϲϲε λαμπέϲθην. λοιπὸν δὲ κατὰ μεταφορὰν ϲμερδαλέα μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη (Υ 65), ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων. ἐπὶ φωνῆϲ δὲ λαμπρᾶϲ καὶ διαφανοῦϲ· ϲμερδαλέον κονάβηϲαν (Β 334) καὶ ϲμερδνὸν βοόων (0 687 )καὶ ἐπ’ ὀρχήϲεωϲ ϲυντόνου μεταφέρων μαρμα ρυγὰϲ ἔφη θηεῖτο π οδῶν (η 265), τὰϲ ἐντὸϲ τῇ κινήϲει ϲτιλβηδόναϲ, ἃϲ ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φιλόϲοφοι πρῶτοι. τὸ λευκὸν ἀφωρίϲαντο τὸ διακριτικὸν ὄψεωϲ, ἀλλὰ πρὸ αὐτῶν Ὅμηροϲ, αρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐϲτι μερίζειν καὶ διαιρεῖν, ἀφ’ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον ἀλλὰ ϲκοτεινὸν ἀμα υρόν. καὶ. ὅτι παρὰ τὸ μερίζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φωτίζειν μαρμαίρειν, δηλοῖ τὸ φῶϲ δάοϲ καλέϲαϲ δάοϲ μετὰ χερϲὶν ἔχουϲαι (Ω 647 ),ἀφ’ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸϲ δᾷδεϲ καὶ δαΐδεϲ.