Ancient Greek · ~13 min
I. ZHTHMATA CODICIS VATICANI.
Porphyrius, Zetemata codicis Vaticani α΄..1
Not analysed yet
Ἐζητοῦμεν τὸν νοῦν τε τούτων καὶ τὰϲ λέξειϲ· εἶμι μὲν, οὐδ’ ἁλίη ὁδὸϲ ἔϲϲεται ἣν ἀγορεύω, ἔμ ποροϲ, ο ὐ γὰρ νηὸϲ ἐπ ήβ ολοϲ ο ὐδ’ ἐρετάων γίγνομαι, ὥϲ νύ που ὔμμιν ἐείϲατο κέρδιον εἰναι (β 318 —20) τί ϲημαίνει τὸ ἔμποροϲ καὶ τὸ ἐπήβ ολοϲ καὶ πρὸϲ τί ἀναφέρεται τὸ ὥϲ ν ύ που ὔμμιν ἐείϲατο κἐρδιον εἶναι τὸ μὲν οὖν ἔμ ποροϲ οὐ κατὰ τὴν ϲυνήθειαν τέτακται παρ’ Ὁμήρῳ, ἀλλ’ ἐπὶ τῶν ἐπ’ ἀλλοτρίαϲ νηὸϲ περώντων, οὓϲ ϲυνήθωϲ ἐπιβάταϲ νῦν λέγομεν. αὐτὸϲ γοῦν ἐντὸϲ ἄλλοιϲ παρίϲτηϲι λέγων (ω 299. 300)· ἢ ἔμποροϲ εἰλήλουθαϲ νηὸϲ ἐπ’ ἀλλοτρίηϲ, τῶν Ἀττικῶν τῶν ἐντὸϲ ταῖϲ τριήρεϲι ϲτρατευομένων τοὺϲ μὲν μαχομέ νουϲ ἐπιβάταϲ καλούντων, τοὺϲ δὲ τὰϲ κώπαϲ καὶ τὰ πηδάλια ἔχονταϲ ἐπικώπουϲ. ὅπερ δὲ παρὰ τῷ ποιητῆ τῶν ἐπὶ τοῖϲ ἅρμαϲιν οἱ μὲν μαχόμενοι παραιβάται, οἱ δὲ τὰϲ ἡνίαϲ ἔχοντεϲ ἡνίοχοι, τοῦτο ἐπὶ τῶν ἐντὸϲ ταῖϲ τριήρεϲιν ἐπίκωποι καὶ ἐπιβάται παρ’ Ἀττικοῖϲ δύνανται. οὐ μέντοι ὁ ἔμποροϲ ἀπὸ τοῦ πορίζειν πεποίηται παρ’ Ὁμήρῳ, ἀλλ’ ἀπὸ τοῦ πόρου, τοῦτ’ ἔϲτι τῆϲ πορείαϲ. τὸν δὲ πόρον κυρίωϲ ἐπὶ τῆϲ τοῦ ὕδατοϲ τάττει πορείαϲ, λέγων· ὅϲϲ’ ἐμόγηϲα πόρουϲ ἁλὸϲ ἐξερεείνων (μ 259), καὶ ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐυρρεῖοϲ ποταμοῖο (Ξ 433). ὡϲ οὖν τὸ μὴ ἐντὸϲ οἰκείῳ οἴκῳ γαμεῖν ἀλλ’ ἐντὸϲ ἀλλοτρίῳ ἐγγαμεῖν λέγουϲιν, οὕτωϲ τὸ ἐπ’ ἀλλοτρίαϲ νηὸϲ τὸν πλοῦν ποιεῖϲθαι ἐμπορεύεϲθαι, καὶ ἔμποροϲ ὁ τοιοῦτοϲ. τὸ δὲ ἐπήβολοϲ ϲημαίνει τὸν ἐπιπολλῆϲ τυχῆ καὶ ἐγκρατῆ, ἀπὸ τῆϲ βολῆϲ καὶ τοῦ βάλλειν, ὃ ϲημαίνει τὸ τυγχάνειν τοῦ ϲκοποῦ, ὅθεν καὶ τὸ ϲ ὺ δ’ ἐνὶ φρεϲὶ βάλλεο ϲῇϲι (Α 297 ),τοῦτ’ ἔϲτιν ἐπιτυχῶϲ λάμβανε. καὶ ἡ βουλὴ δὲ οἶον βολή τιϲ, ὅθεν ἔφη· ϲῇ δ’ ἥλ ω βουλῇ Πριάμοιο πόλιϲ (χ 230), ὡϲ εἰ ἔφη· τοῖϲ ϲοῖϲ ὅπλοιϲ ἢ τόξοιϲ ἢ βέλεϲι. λύϲειϲ ἐντεῦθεν καὶ τὸ ἡ δὲ Φερὰϲ ἐπέβαλλεν ἐπειγομένη Δ ιὸϲ ο ὔρ ῳ (o 296) μετῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιουμένων ὥϲτε τυχεῖν · ἡ ναῦϲ οὖν ἐπιβολὴν ἐποιεῖτο ὥϲτε τυχεῖν τῶν Φερῶν. οὕτω τῆ λέξει καὶ οἱ μεθ’ Ὅμηρον κέχρηνται· Ϲοφοκλῆϲ Ἀλκμαίωνι (fr. 95 D.) · ,,εἴθ ’εὖ φρονήϲαντ’ εἰϲίδοιμί πωϲ φρενῶν ἐπήβολον καλῶν ϲε“, Πλάτων νόμων πρώτῳ (pot. ll ,p. 666 D) ,,ἐπήβολοι γεγονότεϲ τῆϲ καλλίϲτηϲ ᾠδῆϲ “,,Ὑπερίδηϲ ἐντὸϲ τῷ κατὰ Δημάδου (fr. 81 Bl.) · ,μηδέποτε πολεμου μήτε πολιτείαϲ ἐπηβόλουϲ γενέϲθαι “,Ἄρχιπποϲ Πλούτῳ (l, p. 687 37 Κ.) · ,,νῦν ὡϲ ἐγενόμην χρημάτων ἐπήβολοϲ . ἔϲτι δὲ οὐ ποιητικὴ λέξιϲ ἀλλ’ Ἀττική. τί οὖν αἱ λέξειϲ ϲημαίνουϲι δεδήλωται, τὸ δὲ ὥϲ νύ π ου ὔμμιν ἐ είϲατο κέρδιον εἶναι ϲὺν βαρύτητι εἴρηται, λέγοντοϲ Τηλεμάχου· ἐντὸϲ ἀλλοτρίᾳ πλευϲοῦμαι νηί· οὐ γάρ είμι ἐπιτυχὴϲ ἰδίαϲ νηόϲ, οὐδὲ ἐρέταϲ κεκτημαι, τοῦτο γὰρ ὑμῖν ὠφελιμώτερον εἰναι ἐφάνη, τοῦτ’ ἔϲτι τὸ μὴ ἔχειν ἐμὲ ἰδίαν ναῦν ἀλλ’ ἔμπορον πλεῖν ἀναφέρει δὲ εἰϲ ἐκεῖνο, ὅτι εἰϲ πενίαν αὐτὸν κατέϲτηϲαν. προεῖπε γάρ· ἢ οὐχ ἅλιϲ, ὡϲ τὸ πρόϲθεν ἐκείρετε πολλὰ καὶ ἐϲθλὰ κτῆμα τ’ ἐμά, μνηϲτ ῆρεϲ, ἐγ ὼ δ’ ἔτι ν ή πιοϲ ἦα (β 312. 13). ἔϲτιν οὖν οὕτω τὸ νόημα· ἀντὶ ναυκλήρου δι’ ὑμᾶϲ ἐπιβάτηϲ γέγονα τἀμὰ καταναλώϲαϲ. Εditum Κ 416.