Ancient Greek · ~88 min
SCHOLIA.
Proclus Phil., In Platonis Rem Publicam Commentarii SCHOLIA..1
Not analysed yet
F. 13 v ad p. 21, 17 δικαιοσύνης οὐκ ἐνούσης κτλ.] Μήποτε δεῖ λέγειν, ὅτι ἐπὶ τῆς τοιαύτης ἕξεως ἀνόμοιός τίς ἐστιν ὁμοιότης πρὸς δικαιοσύνην, ὅπερ εἴωθεν ἐπὶ τῆς ὕλης λέγεσθαι καὶ τοῦ πρώτου· καθόσον οὐ βιαζόμενα τὰ κρείττονα μόρια τῆς ψυχῆς ἕπεται τοῖς χείροσιν ὅπερ ἐστὶν ἡ τοῦ ἀδικεῖσθαι ὑπό τινος ἔννοια, τὸ βίᾳ τῶν προσηκόντων ἀποστερεῖσθαι ὑπ' ἐκείνου), ἀλλ’ ἑκουσίως ὑποκατακλίνεται τοῖς χείροσιν, ἑαυτὰ ἀδικοῦντα καὶ διὰ τοῦτο μηδὲν τῶν προσηκόντων ἑαυτοῖς πράττοντα. οὕτω δὲ καὶ τὴν ἄδικον πόλιν καὶ διὰ τοῦτο ἀδρανεστέραν ἐλαμβάνομεν, ἐν ᾑ τῶν πολιτῶν οἱ ἕτεροι τοὺς ἑτέρους βίᾳ ἀπεστέρουν τῶν προση- κόντων αὐτοῖς καὶ διὰ τοῦτο ἐχθροὺς εἶχον καὶ οὐχ ὅλῃ τῇ ψυχῇ συμπράττοντας· δικαιοσύνης δὲ μετέχειν ἐλέγομεν, ἐν ᾑ οἱ πολῖται καὶ μοχθηροὶ ὄντες συνεφώνονν. ἐν ᾗ οὖν ψυχῇ τοιαύτη ἐστὶν ἀδικία, ὑπὸ ταύτης πρᾶξις οὐκ ἂν γένοιτο ἢ δυσκολώτατα, οὐκ ἐν αὐτῷ τῷ στασιάζειν τὰ μόρια τῆς ψυχῆς πρὸς ἄλληλα, ἀλλὰ μετὰ τὸ βιασθῆναι τὰ ἕτερα ὑπὸ τῶν ἑτέρων, καὶ τότε οὐ προθύμως πραττούσης τῆς ψυχῆς. τί οὖν; ἐπὶ ταύτης τῆς ἕξεως τῆς στάσιν ἐχούσης οὐδέν ἐστι δικαιοσύνης ἴχνος; καὶ πάνυ, φαίην ἄν· καθόσον ὁ λόγος τυγχάνει τοῦ κατ' ἀξίαν καὶ ὁρῶν τὸ ἀγαθὸν καὶ αἱρούμενος, εἰ καὶ μαχόμενον ἔχει τὸ πάθος, διὰ τὸ μήπω ἐπιστήμην εἶναι, καὶ ἢ κρατούμενον ἢ κρατοῦν. ἀλλ’ εἰ μὲν μόνος ἦν ὁ λόγος ἡ ψυχή, τότε μᾶλλον ἔδει γίνεσθαι τὰς πράξεις· ἐπεὶ δὲ τριμερὴς μὲν ἐπινοεῖται ἡ ψυχή, δεῖ δὲ εἼπερ μέλλοι τι πράττεσθαι ὑπ’ αὐτῆς, συμφωνεῖν ἀλλήλοις πάντα τὰ μόρια, διὰ τοῦτο ἐπὶ τῆς τελείας κακίας τὸ εἴδωλον τῆς συμφωνίας αἴτιον γίνεται διαστροφῆς πράξεων διάστροφον ὅν. πρὸς τῷ μηδὲ ἀεὶ δύνασθαι συμφωνεῖν ἑαυτῇ τὴν τοιαύτην ζωήν. αἱ γὰρ κατ' οὐσίαν ὑπάρχουσαι τῇ ψυχῇ κοιναὶ ἔννοιαι, καθ' ἃς καὶ ἕχει πρόφασιν σωτηρίας, οὐ δύνανται παντελῶς ἀκίνητοι μένειν. ἴστι δὲ ἡ τοιαύτη συμφωνία τῆς διαφωνίας χείρων (διὰ γὰρ γίνεται τοῦ λόγου), καθάπερ καὶ τὸ ἐπὶ τῆς ὕλης ἀσώματον τῶν σωμάτων χεῖρον καὶ τὸ ἀγένητον τοῦ γενητοῦ. ὥστε ἔοικεν ἡ ἐν πλήθει δικαιοσύνη, καθὸ συμφωνία τίς ἐστιν, αἰτία εἶναι τῶν πράξεων, καὶ διὰ τοῦτο τὰ τῆς συμφωνίας ἴχνος τι παρασπασάμενα δύνασθαι πράττειν συμφώνως τῇ συμφωνίᾳ. εἰ μὲν γὰρ ἡ συμφωνία κατὰ φύσιν καὶ ἀληθής, καὶ δικαιοσύνη ἀληθής, καὶ δόγμα τὸ περὶ τοῦ ὀρεκτοῦ ἀγαθοῦ ἀληθές, καὶ αἱ πράξεις ὀρθαί· εἰ δὲ παρὰ φύσιν ἡ συμφωνία τῶν κρειττόνων τοῖς χείροσιν ἑπομένων, καὶ τὰ λοιπὰ πάντα εἰδωλικὰ καὶ ψευδῆ καὶ φαινόμενα μόνον· πρὸς τῷ μηδὲ ἀεὶ δύνασθαι συμφωνεῖν ἑαυτῇ τὴν τοιαύτην ζωήν· αἱ γὰρ κοιναὶ ἔννοιαι θ<οὐθ> δύνανται ἀκίνητοι F. 14v im. sup. ad p. 21, 18 sqq. quinque ἕξεις ibi descriptae sic illustrantur :κρατεῖ μὴ κρατεῖ μα— κρατεῖται ὑπηρετεῖ τοῖς κρατεῖται μὴ μαχόμενος Χόρενος μαχόμενος πάθεσιν μαχόμενος. F. 17v ad p. 28,26 πᾶς θεὸς ἀγαθὸς τῷ ὄντι, οὐδὲν τῷ ὄντι ἀγαθὸν βλαβερόν —οὐ γὰρ ἂν καὶ ὁ ὑποκείμενος εἶχεν προσδιορισμὸν τὸ πᾶς] κυρίως κατηγορούμενος ὅρος ἐστὶ τὸ αἴτιον, ᾡ οὐ πρόσκειται ὁ προσδιορισμός· δῆλα δὲ ταῦτα ἀπὸ τοῦ ἐν τῇ μείζονι προτάσει λέγειν ἡμᾶς πᾶν τὸ μηδενὸς κακοῦ αἴτιον, καὶ λαμβάνειν ἡμᾶς τὸ πᾶν προσδιορισμὸν ὂν ὡς πρὸς τὸ αἴτιον, ὃ νῦν ὑποκείμενον ὂν δῆλον ὡς ἐν τῇ ἐλάττονι προτάσει κατηγορουμενον ην. F. 22v ad p. 37, 4 sqq. Ἀπορία ά πρὸς τὴν τοῦ θεοῦ ἀγαθότητα. Ἀπορία β΄ πρὸς τὸ τοῦ θεοῦ ἀμετάβλητον. Ἀπορία γ΄ πρὸς τὴν τοῦ θεοῦ ἀλήθειαν. F. 22v ad p. 37, 23 εἴρηται μὲν οὖν διὰ πλειόνων ἐν ἄλλοις περὶ τούτων] τὸ μὲν ἐν τῷ περὶ τῆς τῶν κακῶν ὑποστάσεως μονοβίβλῳ. τὸ δὲ ἐν τοῖς εἰς τὸν λόγον τῆς Διοτίμας. περὶ τῆς τῶν κακῶν ὑποστάσεως εἴρηται ἐν τοῖς εἰς Θεαί- τητον, ‘’Αλλ' οὔτε ἀπολέσθαι τὰ κακὰ δυνατόν' [Theaet. p. 176a]. καὶ ἐν τοῖς εἰς τὴν τρίτην ἐννεάδα, πόθεν τὰ κακά. F. 33v ad p. 56, 13 διὰ δὲ τῆς εὐαρμοστίας καὶ εὐρυθμίας τὸ ἄλογον κοσμεῖται κτλ.] μήποτε τὰς μὲν ἁρμονίας ἀποδοτέον τῇ συμφωνίᾳ τοῦ ἀλόγου τῆς ζωῆς εἴδους πρὸς τὸν λόγον, τοὺς δὲ ῥυθμοὺς τῇ συντάξει τῆς κινήσεως τοῦ ζῴου πρός τε τὸ ἄλογον καὶ τὸν λόγον· ἐπεὶ τὰς δυνάμεις χωρὶς τῶν ἐνεργειῶν προπαιδεύεσθαι δυνατόν. F. 36r ad p. 61, 1 καὶ οἷς μόνοις δώσειν χορόν φησιν] χοροὺς γὰρ ἐπέτρεπον διδόναι Ἀθήνησιν τοῖς εὐδοκίμοις κριθεῖσι ποιηταῖς. F. 82r ad p. 141, 27 τῷ μὲν γὰρ δημιουργῷ κτλ.] ταῦτα μόνα ἱκανὴν ἔχει τὴν εὕθικτον ἐπιβολὴν πρὸς τὸν μῦθον. F. 82v ad p. 142, 12 ἐφορᾷ μὲν ἄνωθεν ὁ Ἥλιος, μηνύει δὲ τῷ Ἡφαίστῳ] ὁ δὲ βασιλεὺς Ἥλιος λέγεται μηνύειν τὴν τοῦ Ἄρεως πρὸς τὴν Ἀφροδίτην κοινωνίαν, ἐπειδὴ περὶ τὸν ἐμφανῆ κόσμον, οὗ προέστηκεν ὁ βασιλεὺς Ἥλιος, ἡ συμπάθεια αὐτῶν θεωρεῖται. αὐτοὺς λέγεται παντοίοις, ἀφανέσι τοῖς ἄλλοις] λεπτοὶ δὲ οἱ δεσμοὶ καὶ μὴ φαινόμενοι διὰ τὴν τῆς ἑνώ- σεως ἀμυδρότητα τῶν τῇδε. ’Ibidem. Μήποτε κάλλιον τῇ πάντων ἐναντιότητι ἀνεπαίσθητον τοῖς διῃρημένοις καὶ τῇ συντάξει αὐτῶν ὡς ὑπερφυεστέρᾳ τὸν τῆς ὁλότητος δεσμὸν νοεῖν ἐνδιδόντα τὸν Ἥφαιστον· καὶ ὡς ὑποκρυπτόμενα μὲν ἐν τῷ μυχῷ τῆς ὁλότητος τὰ ἐναντία θεωρεῖν ἀλλήλοις ὄντα προσήγορα διά τινος κρυπτομένης Ἀφροδίτης, φανὸν δὲ τὸ ὅλον ὑπὸ τῷ Ἡλίῳ ἀτεχνῶς ὑπερηπλωμένον· οὐ γὰρ διέλαθεν αὐτὸν εἴσω τῆς ὁλότητος εἰς ὁμόνοιαν τἀναντία συνάγοντα. λύεται τοιγαροῦν καὶ ἀναλύεται οὐκ ἀφανιζόμενα εἰς τὴν ὁλοτελῆ μίαν ἕνωσιν τὰ πλήθη τῶν ἐναντίων διὰ Ποσειδῶνα τὸν τοῦ γενητοῦ παντὸς ᾐ γενητὸν ὑποστάτην. F. 116v ad p. 205, 4 καὶ ἔοικεν οὐδὲν ἄλλο κατασκευάζειν ἐν τούτοις ὁ Πλάτων ἢ τοῦτο, ὃ καὶ Σωκράτης αὐτῷ πρῶτον ἐντυχὼν περὶ τραγῳδίαν σπουδάζοντι κτλ.] ὅτε, φασί, καὶ τὰ τραγικὰ αὐτοῦ συγγράμματα κατακαίων ὁ Πλάτων ἔλεγεν· Ἥφαιστε πρόμολ' ὧδε· Πλάτων νύ τι σεῖο χα- τίζει· τοσοῦτον ἑάλω ὑπὸ τῶν Σωκράτους κατὰ τῆς ποιήσεως λόγων. F. 117ar ad p. 208, 9 οὐδὲν ἐκείνοις συμβαλλό- μενον ἐν τῷ πρὸς ἑαυτὸ ἐνεργεῖν] καὶ πῶς οὐ συμ- βάλλεται συνεπιστρέφων αὐτὸς ἑαυτῷ καὶ τὴν κάτω πᾶσαν ζωὴν καὶ χωρίζων τῆς γενέσεως; F. 118v ad p. 210, 8 τοῦτο δεῖ κατιδεῖν, ὅπως ἔχουσιν αἱ τῶν ἑτέρων ἀρεταὶ καὶ κακίαι πρὸς τὰς τῶν ἑτέρων] ὁ δὲ Σωκράτης τὰς ἐν τῇ πόλει πρώτας παραδίδωσιν ἀπὸ τῶν φύσει μὲν ὑστέρων, πρὸς ἡμᾶς δὲ πρώτων καὶ γνωριμωτέρων ἀρχόμενος. F. 123r ad p. 218, 13 τὴν σμινύην] σκαφίον. τινὲς ἀξίνην ἐκ τοῦ ἑτέρου μέρους δικελλοειδῆ. F. 128v ad p. 229, 3 ὅτι τρία μόνα τὰ δεκτικὰ τούτων ἐστὶν μόρια τῆς ψυχῆς] ἔστι μὲν καὶ ἄλλα μόρια τῆς ψυχῆς πλείονα τούτων, ἔχοντα πρὸς ἄλληλα διαφοράν, ὅπερ φησὶ καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ψυχῆς [III 9 p. 432a 22 sq.] ,ἀλλ’ ὀρεκτικὰ καὶ παραλαμβανόμενα εἰς τὸν τῶν ἀρετῶν λόγον οὐδὲν παρὰ ταῦτα· ἡ γὰρ ὄρεξις ἢ τῶν πρὸς σῶμα καὶ τὸ ἀγαθὸν τοῦ σώματος τεινόντων ἐστὶν ἢ ὄντως ἢ φαινομένως ὂν τοιοῦτον, ἢ τῶν ἔξω σώματος· καὶ εἰ τῶν πρὸς τὸ σῶμα τεινόντων, ἢ τῶν τὰ συμβαλλόμενα βαλλόμενα ἐν]] αὐτῷ πρὸς τὸ εἶναι πορισομένων, ἢ τῶν τὰ λυποῦντα καὶ φθείροντα ἀμυνουμένων. F. 132v ad p. 235, 13 ἡ μὲν φανταστικὴ τῆς νοητικῆς, ἡ δὲ αἰσθητικὴ τῆς δοξαστικῆς κτλ.] ἢ διὰ τὸ μάχεσθαι ἀλλήλοις οὐκ ἔστι μιᾶς οὐσίας τὸ λογικὸν καὶ θυμοειδὲς καὶ ἐπιθυμητικόν, οὐδὲ τῆς ἐπιθυμίας μία ἡ φύσις διὰ τὸ φιλήδονον καὶ φιλοχρήματον μαχόμενα ἀλλήλοις ὡς εἴ τις λίχνος ἅμα εἴη καὶ φιλάργυρος)· ἢ τὸ φιλοχρήματον οὐκ ἔστιν μόνης τῆς ἀλόγου ψυχῆς οὐδὲν γὰρ ἄλογον ζῷον φιλοχρήματόν ἐστιν), ἀλλὰ τῆς συμπλοκῆς ἐστὶ τοῦ λόγου καὶ τοῦ πάθους. F. 135r ad p. 240,21 καὶ γὰρ τοὺς κύνας οὐ μεῖον τοὺς θήλεις ἢ τοὺς ἄρρενας εἶναι τῶν ἀγελῶν φυλακικούς] ὅτι καὶ ἐπὶ ἵππων τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν δείκνυσι τὴν ὁμοιότητα τῆς ἀρετῆς ὁ ποιητὴς εἰπών, ὅτι ὁ Μενέλαος πρὸς τὸν δρόμον ἐζεύγνυ τοὺς ἵππους Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαρηον [Ψ 295]. F. 144v ad p. 258, 15 εἰ γὰρ δύο τὰ ἐναντία καλὸν αἰσχρόν, ἔν ἐστιν ἑκάτερον] τὸ αὐτὸ καλὸν καὶ τὸ αὐτὸ αἰσχρὸν ἐναντία· τὰ ἐναντία δύο, τῶν δύο ἐκάτερον ἕν· τοῦ αὐτὸ ἄρα καλοῦ καὶ τοῦ αὐτὸ αἰσχροῦ ἑκάτερον ἕν. Ibid. ad. 1. 22 κοινωνήσαντα γὰρ ταῦτα σώμασιν ὥς φησι καὶ πράξεσι] καὶ οὐ μόνον σώμασι καὶ πράξεσιν κοινωνεῖν αὐτά φησιν ὁ Σωκράτης, ἀλλὰ καὶ ἀλλήλοις. ᾧ καὶ δῆλον, ὅτι περὶ τῶν μετεχομένων ὁ λόγος, διότι οὐδὲν τῶν εἰδῶν εἰλικρινές ἐστιν, ἀλλὰ συμμιγὲς πρὸς τὸ ἐναντίον διὰ τὴν ὑποκειμένην ὕλην, καὶ τὸ δοκοῦν ἐνταῦθα καλὸν μετέχει πως τοῦ αἰσχροῦ καὶ τὸ αἰσχρὸν τοῦ καλοῦ, διότι ἡ ὁποιαοῦν τοῦ εἴδους μέθεξις κάλλους ἐστὶ μετουσία. F. 146r ad p. 261, 22 τὰ πολλὰ καλὰ γενητά· τὰ γενητὰ μεταξὺ ὄντος καὶ μὴ ὄντος κτλ.] μήποτε σαφέστερον ποιήσομεν τὸν λόγον ἀποδεικνύντες, ὅτι τὰ εἴδη μόνως γνωστὰ καὶ ὄντως γνωστά, τὸ δὲ μὴ ὂν οὐδαμῶς γνωστόν· εἶθ’ ὅτι τὰ γενητὰ μεταξὺ ὄντα δοξαστά ἐστιν. Καὶ ἄλλως. ἡ γνῶσις τῶν πρός τι, γνωστοῦ γάρ· ὁμοίως δὲ καὶ ἡ δόξα τοῦ δοξαστοῦ. τῶν δὲ πρός τι ὄντος τοῦ ἑτέρου ἔστι καὶ τὸ λοιπόν· οὕσης οὖν τῆς γνώσεως, ὁμοίως δὲ καὶ τῆς δόξης, ἔσται καὶ τὸ γνωστὸν καὶ τὸ δοξαστόν. Καὶ γὰρ εἰ μὴ ὡς περὶ ὄντος, ἀλλ’ ὡς περὶ μὴ ὄντος δοξάξομεν, ἀλλ’ ἔστι πάντως τοῦ μὴ ὄντος ἔννοια ἐν τῷ δοξάξοντι περὶ αὐτοῦ καὶ ἕξει τινὰ ἐν τῇ δόξῃ ὑπόστασιν. τὸ οὖν μηδαμῶς ὂν οὐκ ἂν οὔτε δοξαστὸν εἴη οὔτε γνωστόν· ὡς δὲ ἐν Σοφιστῇ λέγεται, οὐδὲ ῥητὸν διὰ τὰς αὐ ***F. 148v ad ’265, 26 λαβὼν δ’ οὖν ὅτι πᾶς ὁ γιγνώσκων ὂν γιγνώσκει· τὸ γὰρ μὴ ὂν ὡς τὸ μηδαμῶς ὂν οὐκ εἶναι γιγνώσκειν] τετραχῶς τὸ μὴ ὂν. ἢ τὸ ὑπερούσιον, ὡς τὸ πρῶτον· ἢ τὸ κατὰ τὴν ἑτερότητα, ὁ τὶ μὴ ὂν καλεῖ Ἀριστοτέλης, Πλάτων δὲ οὐ παρ’ ἔλαττον τοῦ ὄντος· ἢ τὸ αἰσθητὸν πρὸς τὸ νοητόν, ὅπερ ὄντως ὂν λέγεται, παραβαλλόμενον ἢ ὕλη, ὡς οὐδὲν οὖσα ἐνεργείᾳ]]. ἢ τὸ μηδαμῶς ὂν καὶ ἁπλῶς μὴ ὂν κατὰ τὸν τοῦ Ἀριστοτέλους λόγον. τούτων οὖν τὰ ἄκρα μόνως ἐκβέβηκε τὰ ὄντα, τὸ μὲν ἐπὶ τὸ κρεῖττον τὸ δὲ ἐπὶ τὸ χεῖρον· τῶν δὲ μέσων τὸ μέν ἐστι πῇ μὲν ὂν πῇ δὲ μὴ ὄν, τὸ δὲ πρὸς τὶ μὲν ὂν πρὸς τὶ δὲ μὴ ὄν. τῶν μὲν οὖν ἄκρων τὸ μὲν κρεῖττον ἂν εἴη πάσης γνώσεως ἐπιβλητικῆς, διότι πᾶσα γνῶσις εἴδους τινός ἐστιν ἀντίληψις, ἐκεῖνο δὲ ὑπὲρ πᾶν εἶδος, γνωστὸν δὲ μόνως κατὰ τὴν πρὸς τὰ ὄντα ὑπεροχὴν καὶ ὅπερ εἰώθασι λέγειν ‘μύσασιν ὄμμασι’. τὸ δὲ ἔσχατον ὥσπερ οὐδαμῶς ὂν οὕτω καὶ οὐδαμῶς γνωστόν· τῶν δὲ μέσων ἑκάτερον πῇ γνωστόν, διότι καὶ πῇ ὄν. διὰ τοῦτο οὖν ἀσφαλῶς ὁ Σωκράτης [V p. 477a] τὸ μηδαμῶς ὄν ἄγνωστον ἀπέφηνεν. εἰ δὲ τὸ ὂν εἶπε μόνον γνωστόν, οὐ θαυμαστόν· ὡς γὰρ περὶ τῆς ἐπιβλητικῆς γνώσεως, ἧς ὁ Γλαύκων ἔννοιαν εἶχε, ταῦτα εἴρηται. Ἔστι τι καὶ πέμπτον, ὃ πρὸς τοῦ ἁπλῶς μὴ ὄντος δεῖ τάττειν, ἡ ὕλη, ἀνομοίως ὡμοιωμένη τῷ πρώτῳ, διότι ὥσπερ τὸ πρῶτον κρεῖττον παντὸς εἴδους ἐστίν, οὕτως αὕτη χείρων. τῇ τε οὖν ὑποστάσει ἔοικεν τῷ πρώτῳ ἀνομοίως, ὡς εἴρηται, καὶ τῇ περὶ αὐτῆς γνώσει· οὐκ ἄρα οὐδὲ ταύτην καθ’ αὑτὴν γιγνώσκομεν, ἀλλ’ ἐκ τοῦ πᾶσιν ὑποκεῖσθαι, ὥσπερ ἐκεῖνο ἐκ τοῦ πάντων ἐξῃρῆσθαι. μόνον οὖν κυρίως ἄγνωστον τὸ ἁπλῶς μὴ ὄν, ἅτε μηδὲ ὑπόστασίν τινα ἔχον· πρὸς τοῦτο τὸ τί, ταὐτὸν δὲ εἰπεῖν τὸ ἓν ὂν ἢ μετέχον τοῦ ἑνός, γνωστὸν εἶπεν ὁ Σωκράτης. κράτης. εἶτα ἐπειδὴ ἄλλως μὲν] τὸ ἐν τοῖς οὖσιν ἓν γνωστὸν καταφατικῶς, ἄλλως δὲ τὸ ὑπὲρ τὰ ὄντα ἀποφατικῶς γάρ), μόνην ***F. 149r ad p. 266, 30 ἀπὸ γὰρ τῶν ἐνεργημάτων διαφόρων φαινομένων καὶ ἀπὸ τῶν ὑποκειμένωνκτλ.] τῶν τεχνῶν αἳ μὲν κατὰ τὰ ὑποκείμενα διαφέρουσιν, ὡς χαλκευτικὴ καὶ ἀργυροχοϊκή, αἳ δὲ κατὰ τὸν τρόπον τῆς ἐνεργείας, ὡς τεκτονικὴ καὶ ναυπηγική· εἰκότως οὖν ἀπ ἀμφοτέρων αὐτῶν ἔλαβεν τὴν διαφορὰν ὁ Σωκράτης [V p. 477d] καὶ ἁπλῶς τῶν δυνάμεων. F. 149v ad p. 267, 29 καὶ ὅπερ ἐν Νόμοις φησίν, ὅτι αἱ μὲν γνωστικαὶ δυνάμεις κτλ.] αἱ δυνάμεις γνωστικαί ABBREV κινήσεως αἴτιαι αἰσθητικαί ABBREV νοητικαί ἐν κινουμένοις ABBREV ἐν κινοῦτὰ ἐλάττονα τὰ μείζονα αἱ ὑπὸ ἐλατσ- σιν αἱ τὰ γινώσκουσαι γινώσκουσαι τόνων κινού- μείξονα κικαὶ τὰ μείζω καὶ τὰ ἐλάτ- μεναι καὶ νοῦσαι καὶ τονα ὑπὸ μειζόνων τὰ ἐλάσσονα. F. 165r ad p. 296, 2 τελευταῖον ὁρᾶν τὴν τἀγα- θοῦ ἰδέαν ἐν τῷ γνωστῷ, διότι τὸ γνωστόν, ὃ δὴ τὸ νοητόν ἐστιν, ὑποβάθρα τῆς ἐκείνου θέας ἐστίν] οὐχ ὅτι τὸ εἰδητικὸν ἀγαθόν, ἀλλ’ αὐτὸ τὸ πρῶτον· ὕτω καὶ πρότερον ἐκάλει ἔστι γὰρ αὐτὸ ἰδέα ἰδεῶν) καὶ ἔσχατον εἶναι μάθημα ἔλεγεν· τοῦτο οὖν ἐν τῷ νοητῷ φαίνεται, οὐχ ὡς μετέχον ἐκείνου οὐδ’ ὅλως ὡς ἐν αὐτῷ ὄν, ἀλλ’ ὡς πρώτως ὑπ' ἐκείνου μετεχόμενον καὶ δι’ ἐκείνου φαινόμενον. B. SCHOLIA CODICIS VATICANI. F. 151r ad p. 5, 1 καὶ δῆλον ὅτι ὁ Πλάτων ἕπεσθαι βούλεται τῆς σπορᾶς τῇ τοιᾷδε καταρχῇ καὶ τὴν τοιάνδε γένεσιν] λέγουσι γὰρ οἱ ἀστρο]λόγοι τὴν μὲν σπόριμον ὥραν σημαίνειν τὸ τοίαν ἢ τοίαν ἔσε- σθαι] τὴν κύησιν, τὴν δὲ τῆς ἐκλύσεως(?) ὥραν σημαίνειν τὸ εἶδος τοῦ βίου. ὁ δὲ θεῖος Πλάτων τὴν σπόριμον ὥραν δῆλός ἐστιν οὐ μόνον τῆς κυήσεως ἀρχὴν ἡγούμενος εῖναι, ἀλλὰ καὶ τῶν με[τὰ] τὴν κύησιν συμβαιν]όντ[ων]. F. 34r ad p. 10, 6 εἰ δὲ λέγοιέν τινες φθαρτὸν αὐτὸν ὄντα τῇ φύσει γεγονέναι ἄφθαρτον διὰ τὴν τοῦ θεοῦ βούλησιν] ὁ Ἁρποκρατίων καὶ ὁ Ἀττικὸς οἱ τὸ γενητὸν λέγεσθαι τὸν κόσμον ἐν Τιμαίῳ [p. 28c] ὑπὸ τοῦ Πλάτωνος κατὰ χρόνον ἀκούοντες, ἐπειδὴ ὁ Ἀρι- στοτέλης ἐγκαλεῖ τῷ θείῳ Πλάτωνι ἐν τῇ περὶ οὑρανοῦ I 10 p. 280a 30], διότι λέγων κατὰ χρόνον τὸν κόσμον γενητόν, ὡς ἐκεῖνος οἴεται, λέγει αὐτὸν ἄφθαρτον εἶναι, ἀπολογίαν οἴονται εὑρίσκειν πρὸς αὐτὸν λέγοντες, ὅτι φθαρτὸς μέν ἐστι διὰ τὴν ἑαυτοῦ φύσιν, ἄφθαρτος δὲ διαμένει διὰ τὴν τοῦ θεοῦ βούλησιν. πάνυ δὲ καλῶς ὁ φιλόσοφος εἶπεν πρὸς αὐτούς, ὅτι εἰ λέγετε φθαρτὸν αὐτὸν ὄντα ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἄφθαρτον γεγονέναι, διὰ τί μὴ λέγετε, ὅτι καὶ γενητὸν αὐτὸν ὄντα καὶ γενόμενον ἐν χρόνῳ εἶναι ἀγένητον διὰ τὴν τοῦ δημιουργοῦ βούλησιν; εἰδέναι δὲ χρή, ὅτι ὅ θεῖος Πλάτων τὸ γενητὸν κατ’ αἰτίαν λαμβάνει καὶ οὐ κατὰ χρόνον. οὐ γὰρ δήπου ὁ Τίμαιος παρὼν τῇ προτοιὰν τεραίᾳ τοῖς περὶ πολιτείας λόγοις καὶ ἀποδεξάμενος τὸ πᾶν τὸ κατὰ χρόνον γενητὸν φθαρτὸν εἶναι, τῇ ἑξῆς ὥσπερ ἐπιλαθόμενος τὰ ἐναντία ἑαυτῷ ἔλεγεν. καὶ ὀρθῶς ἀπαντῶντες πρὸς τὸν Ἀριστοτέλη ταῦτα ἐροῦσιν, ὅτι ἐπειδὴ κατ’ αἰτίαν αὐτὸν λέγει γενητὸν καὶ οὐ κατὰ χρόνον, εἰκότως οὐ λέγει αὐτὸν φθαρτὸν εἶναι. F. 34r ad p. 10, 25 ὅτι γὰρ οὐ πάσης ἦν ἀποτέλεσμα τῆς κινήσεως, δηλοῖ τὸ καὶ πρότερον κινεῖσθαι τὸ αἴτιον τῆς τούτου συστάσεως] οἶον ἐγὼ ἑτέχθην οὐχ ἁπλῶς ὑπὸ τῆς κινήσεως τοῦ οὐρανοῦ, ἀλλ’ ὁπὸ τῆσδε τῆς περιφορᾶς· εἰ γὰρ ἁπλῶς ὑπὸ τῆς κινήσεως ἐγενόμην, ἔδει με καὶ πρὶν γεννηθῶ γενέσθαι. F. 35v ad p. 13, 24 Ση(μείωσαι) περὶ ζῴου αὐθημερὸν γεννωμένου καὶ ἀποθνήσκοντος, ὃ καλεῖται ἐπιβάλλον. Ibid. ad v. 26 τὸ δὲ (ξῇ) ἐννέα γενεὰς ἀνδρῶν γηρώντων] ὡς ἡ κορώνη. F. 40r ad p. 21, 25 ὁ Ρ ἐπίτριτος· ὁ ΖΦ ὑπεπίτριτος. Ibid. ad p. 22, 9 λείπων γάρ ἐστιν ἐκεῖνος τῷ ἀπὸ τῆς πεντάδος] ἀπὸ τῆς πεντάδος τὸν #x772; φησίν· τὰ γὰρ #x772; ἐφ’ ἑαυτὰ #x772; ποιεῖ. F. 41r ad p. 24, 5 σαφέστερον λέγεται ταῦτα ἐν λζ κεφαλαίῳ. F. 42r ad p. 265 16 τοῦτο γλαφυρώτερον παραδίδωσιν ὁ Ὀνήτωρ ἐν τῷ πέ[μπτῳ] περὶ ἀριθμητικῆς ἀναλογίας. F. 44r ad p. 30, 6 schol. a m3 uv. quinque linearum, in quo 1. Π]λάτων et πολιν. F. 47v ad p. 36, 27 πλάγια] πλάγια καλεῖ τὰ κατὰ παράλληλον θέσιν τῇ ἐκθέσει τῶν πυθμένων. F. 48v ad p. 38, 8 supra φησὶν L et im. notula charta obtecta: ἐκ . . ν Ι ἀν Ι ασ |. . . άδος Ι . . . . fort. textui inserenda. F. 49 a r ad p. 40, 27 κατὰ τὸ ηݲ θεώρημα τοῦ βιβλίου τῶν Εὐκλείδου. F. 49a v ad p. 43,4 ἐν τοῖς λοιποῖς κατὰ τριπλάσιον λόγον ηὐξημένοις] θ καὶ ιβ καὶ κζ καὶ λς, οἷς ἑξῆς ἀναλ(ογοῦσιν) ὁ #x772; καὶ ξδ, οἵ εἰσιν οἱ ξητούμενοι. F. 95r ad p. 54, 8 τοῦ μὲν κυβικοῦ, τοῦ δὲ ἐξ ἐξ ἀνομοίων πλευρῶν] κζ καὶ #x772; . F. 96v ad p. 57, 14 τίνες οἱ δυνάμενοι καὶ τίνες οἱ δυναστευόμενοι] οὓς οἱ ἀστρολόγοι καθυπερτερεῖν ἢ καθυπερτερεῖσθαι λέγουσιν. F. 113v ad p. 89, 17 πρὸς κατασκευὴν τῆς ἀποφατικῆς προτάσεως. F. 20r ad p. 104, 21 ἐπὶ τῶν ἀσπαλάθων] ἀσπάλαθος· φυτὸν ἀκανθῶδες. F. 21v ad p. 107, 6 Ση(μείωσαι) ὅτι ἡ φύσις κρύπτεσθαι φιλεῖ καθ’ Ἡράκλειτον. F. 22r ad p. 107, 26 ἐπιλυγαξούσης] ἐπισκιαζούσης ἐπικρυπτούσης· λυγὴ γὰρ ἡ σκιά. F. 23r ad p. 109, 13 Περὶ τῆς τετραβίβλου φυσικῆς Ζωροάστρου. F. 58r fere ad p. 116, 26 scholion cuius alteram tantum partem 1. . . λα δαίμοσιν ἐν ἀέρι καθορᾶσθαι πέσοῦσιν. F. 29v ad p. 136, 21 μέσην ἔχει τάξιν ἐν τοῖς οὖσιν ἡ ψυχή· διὰ τοῦτο οὖν δύο σχέσεις πρὸς τὰ ἑκατέρωθεν αὐτῆς ὄντα τούτων δὲ πάλιν ἑκατέραν διττήν, ἢ συναπτομένης αὐτῆς ἐκείνοις, πρὸς ἃ τὴν σχέσιν ἔχει, ἢ χωριζομένης αὐτῶν· Με διὰ τοῦτο τέσσαρες αἱ σχέσεις καὶ μεταβολαὶ τῆς ζωῆς, ἃς τὰ χάσματα σημαίνουσιν. F. 1v ad p. 143, 17 χειὰ ἡ κατάδυσις τῶν ὄφεων καὶ δρακόντων· ὡς δὲ δράκων ἐπὶ χειῇ, τῷ φωλεῷ. F. 6r ad p. 152, 10 μήποτε τὸ σημεῖον τὴν ἀμέριστον καὶ νοερὰν ἔνδοσιν τῶν δικαστῶν ἐνδείκνυται· αὕτη γὰρ ἀρχοειδὴς καὶ τὸ πᾶν ἔχουσα κῦρος, ὅπερ ἐξαπλοῦσι διὰ ζωτικῆς καὶ παντοδαπῆς κινήσεως οἱ ὑπουργοῦντές τε καὶ οἱ τὰ σημεῖα δεδεγμένοι. F. 7v ad p. 155, 1 ἡ αἴσθησις ἡ μία καὶ ἀμερής] ἡ κοινὴ αἰσθησις ὑπὸ τοῦ Ἀριστοτέλους προσαγορευομένη, ἀφ’ ἧς οἷον ἀμεροῦς οὔσης καὶ οἷον σημείου προβάλλεσθαι τὰς πέντε αἰσθήσεις λέγει, οἷον εὐθείαις ἀναλογούσας ἀπὸ τοῦ κοινοῦ σημείου προϊούσαις. F. 10r ad p. 159, 16 Ση(μείωσαι) ὅτι τὰ χθόνια μόνα σκιὰν ἀποτελεῖ. F. 123r ad p. 177, 16 ἐπεὶ καὶ εἴρηται περὶ τούτων καὶ τῶν ἐκ τῶν ὑπὸ γῆς δικαιωτηρίων ἀνιουσῶν, ὅτι ἠρώτων ἀλλήλας μόναι αὗ]ται καὶ διηγοῦντο ἀλλήλαις μό]ναι, αὐταῖς]] ἅμα συνηρίθμηνται ταύταις καὶ αἱ τῶν σωμάτων προσεχῶς ἐξελθοῦσαι ὡς ἂν προηγουμένην καὶ κατεπείγουσαν ἐχούσαις τήν τε κρίσιν καὶ τὴν ἐπὶ τὰς λήξεις ὁδόν. F. 125v ad p. 182, 10 πρῶτον μὲν συμποδίζουσιν] αὐτὸ δὲ τὸ συμποδίσαι σημαίνει τὸ τῶν οἰκείων ἐνεργειῶν ἐπισχεῖν καὶ ὡς ἑτεροκίνητα ἄγειν. F. 126r ad p. 182, 19 τὸ δὲ ἐκδεῖραι] τοῦτο καλῶς ὁ φιλόσοφος Πατέριος ἐξηγήσατο· σημαίνειν γάρ φησι τὴν ἀφαίρεσιν τῶν πρὸς τὴν κόλασιν ἐμποδίων· οἱ γὰρ τοῦ δέρματος ἀφαιρούμενοι μᾶλλον συναισθάνονται τῶν ἔξωθεν πληγῶν. F. 136r ad p. 199, 6 καὶ ὅτι ὕφεσιν ἔχει τῆς καθαρότητος, ὡς εἴρηται ἐν τοῖς περὶ τόπου· δεῖ γὰρ δια- 30 φέρειν τὸν δεξάμενον τὸν οὐρανὸν τόπον τοῦ δεξαμένου τὴν γῆν. F. 137r ad p. 200, 16 ἐκ τοῦ οὐρανοῦ τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν τεταμένα [Pl. Χ 616c]. δεσμοὶ μὲν τοῦ φωτὸς λέγοιντο ἂν αἱ συνεκτικαὶ αὐτοῦ δυνάμεις (λέγεται γὰρ συνέχειν τὸν οὐρανόν), ἄκρα δὲ τῶν δεσμῶν αἱ ἀκρόταται καὶ πρώτισται καὶ οἶον ἐκ πρύμνης τῆς κυρτῆς ἐπιφανείας τοῦ οὐρανοῦ τὸν ὅλον κόσμον συνέχουσαι· τοῦτο γὰρ τὸ τετάσθαι. Ibid. ad 1. 24 μᾶλλον δοκεῖ λέγειν ὑποζώματα τὰ πρὸς ὀρθὰς τῇ τρόπιδι ξύλα τὰ συνέχοντα τὰς συμπληρούσας τὸ κύτος τῆς νεὼς σανίδας. F. 140r ad p. 205, 30 λίνον λίνῳ συνάπτειν· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν πρασσόντων, ὡς Στράττις ἐν Ποταμοῖς (fr. 38 K). F. 142r ad p. 209, 6 ὅτι καὶ Ὅμηρος πρὸ Πλάτωνος ἡλακάτην ἔοικεν καλεῖν τὸν νῦν λεγόμενον ἄτρακτον· φησὶ γοῦν· ἠλακάτην στρωφῶσαι. στρέφεται δὲ οὐχὶ τὸ ἐν ᾧ τὸ ἔριον, ἀλλὰ τὸ ἐν ᾡ τὸ νῆμα. F. 147v ad p. 218, 21 καὶ ἡ σελήνη φαίνεταί ποτε τοῦ ἡλίου μείζων, ὡς ἐν τῇ συντάξει δέδεικται. F. 66r ad p. 227, 28 δύνανται καθ’ ἕκαστον τῶν ἀστέρων καὶ ὁμοκέντρων τῷ παντὶ σφαῖραν ποιεῖν καὶ ἐν ταύτῃ ἄλλην ἔκκεντρον χωροῦσαν διὰ τῆς ὁμοκεντρότητος, ὡς καὶ ἡμεῖς τὰ τῶν ἀστέρων σώματα χωρεῖν λέγομεν διὰ τῶν σφαιρῶν συνεχῶν οὐσῶν καὶ ναστῶν. F. 66v ad p. 228, 28 αἱ ὁμόκεντροι περὶ τὸ τοῦ παντὸς κινοῦνται κέντρον, a|i καὶ ὄντως εἰσὶν ὅλαι. αἱ δὲ ἔκ- κεντροι μέρη̣ οὖσαι τοῦ παντὸς περὶ τὰ ἑαυτῶν κινοῦνται κέντρα παραπλησίως τοῖς ἄστροις. F. 67r ad p. 229, 13 εἰ δεῖ, φασίν, αὐτὰ ἁπλᾶ κατ’ οὐσίαν ὄντα ἁπλῆν κινεῖσθαι κίνησιν καὶ ταύτην ἐγκύκλιον, ζητητέον πῶς τοῦτο σώσομεν. F. IT ad p. 247, 7 στρόφιον στρ]ογγύλη ζώνη] . . 7. τὰ στ[έμματα] περιλαμ[βάνουσ]α ἐν τῷ ἀνα . . . . . γυναῖκες . . . . . φαν . . . F. 82v cf. ad p. 256, 4 F. 153r ad p. 279, 18 διὸ μετὰ τὴν ῥῖψιν ἐρεῖ ὡς ἂν †μείζονα τῶν λόγων τὴν ῥῖψιν ποιούμενος. F. 163v ad p. 298, 3 . . ρω . ένας δίκας τίννυσι τῆς περὶ τοὺς γ[ονεῖς] ἀσεβείας· οἱ βρωθέντες . . ερ . . τοὺ]ς ἐφόρους . . . . . . νο . 11 . νοσ . . 8 . F. 164v ad p. 300, 19 ἐν τῷ ὑπὸ σελήνην· οὐ γὰρ οἷόν τε αὐτὸ φθαρτὸν ὂν ἐν οὐρανῷ γενέσθαι. F. 166v ad p. 304, 9 τὸ δὲ ὑγιῶς ἄρα φιλοσοφεῖν] ἀντὶ θ<τοῦθ> ζητεῖν μετὰ ἀκριβείας καὶ ἀδεκάστως. οὕτω καὶ Ἀριστοτέλης [phys. I 2. 185 a ’ἔχει γὰρ φιλοσοφίαν ἡ σκέψις, ἀντὶ θ<τοῦθ> ἀξιόλογον θεωρίαν. F. 169v ad p. 309, 20 ζητητέον σοι τὰ εἰς τὸν Φαῖδρον τοῦ Πλάτωνος Πρόκλου σχόλια. F. 171r ad p. 312, 6 πόθεν διεγίγνωσκεν τοὺς βίους, οὓς ἐτύγχανον αἱ ψυχαὶ πρότερον ἐξηκυῖαι, λέγεται ἐν τῇ ἐξηγήσει τῆς ἑξῆς ῥήσεως. F. 178r ad p. 324, 15 γυναικὸς μιᾶς τῶν εὐπαρυφων] ρύφων] εὐπάρυφος· ἀγαθοῦ πατρὸς θυγάτηρ. Ibid. ad 1. 24 διήγημα ψευδέστατον. F. 182r ad p. 333, 1 . . . . . . . κατ' εἶδος πάντων, οὑ κατ' ἀριθμόν. ἐλάσσους γὰρ εἶναι χρὴ τὰς λογικὰς ψυχὰς τῶν ἀλόγων ζώων, ὥσπερ τῇ οὐσίᾳ κρείττους. F. 193v ad p. 354, 24 ση(μείωσαι) τὸ παντὶ μύθῳ ἐπιλεγόμενον.