# In Platonis Timaeum Commentaria 1.100.1

Proclus, In Platonis Timaeum Commentaria, 1.100.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.100.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.100.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 18C] προσαγορεύεται· καὶ ἡ Ῥέα τῷ Κρόνῳ· πάσης γὰρ ἐστὶ τῆς Κρονίας δυνάμεως κόλπος ἡ θεὸς αὕτη· καὶ ἡ Γῇ τῷ Οὐρανῷ· πάντων γὰρ ἡ Γῆ μήτηρ, ὧν ὁ Οὐρανὸς πατήρ. καὶ πρὸ τούτων τῶν στοιχείων ἐὰν τὸ πέρας καὶ ἄπειρον 5 λάβωμεν, ἂ δὴ τὴν ἀρχῆς τάξιν ἔλαχε πρὸς ταῦτα καὶ αἰτίας, εὐρήσομεν ἐξ ἀμφοῖν πάντα τὰ ὁποσοῦν εἰς τὸ εἶναι παριόντα γεννώμενα. ἔχεις οὖν καὶ ἐν νοητοῖς καὶ ἐν νοεροῖς καὶ ἐν ὑπερουομοίοις θεοῖς τοῦ ἄρρενος πρὸς τὸ θῆλυ συνάρμοσιν. ἰδε δὴ τὸ αὐτὸ καὶ ἐν οὐρανῷ· πᾶσα γὰρ ἡ γένεσις ἐκ τε 10 ἡλίου κυβερνᾶται καὶ σελήνης, μειζόνως δὲ ἀπ’ ἐκείνου καὶ πατρικῶς, ἀπὸ δὲ ταύτης δευτέρως· διὸ καὶ ἐλάττων ἥλιος ὑπὸ τινῶν προσωνόμασται. καὶ τοῖς ἐν ἡλίῳ θεοῖς ἄρρεσίν εἰσι καὶ σελήνιακαὶ τάξεις ἀνάλογοι. ἐν δὲ γε τοῖς δαίμοσιν εἰ θεωροῦλης, πανταχοῦ συνεξευγμένην ὀψεῖ τῶν διττῶν 15 τούτων γενῶν τὴν πρόνοιαν· τοῖς μὲν γὰρ θείοις δαίμοσιν αἱ θείαι δαιμονίδες ἡνωμένως πάντα ἀποτελοῦσι δευτέρως, ἄπερ ἐκεῖνοι πρώτως· τοῖς δὲ ψυχικοῖς αἱ ψυχικαί, τοῖς δὲ φυσικοῖς αἱ φυσικαί, τοῖς δὲ σωματικοῖς αἱ σωματικαί, μητέρων ἔχουσαι πρὸς τοὺς ἄρρενας καὶ διὰδον ὡς πρὸς μονά- 20 δας λόγον· πάντα γὰρ ὑφεμένως γεννῶσιν, ἄπερ ἐκεῖνοι πατρικῶς καὶ ἡνωμένως παράγουσιν. εἰ τοίνυν ὀρθῶς εἰκάζομεν πρότερον [p. 34, 6ss] τοὺς μὲν φύλακας τοῖς θεοῖς τοῖς οὐρανίοις, τοὺς δ’ ἐπικούρους τοῖς δαίμοσι τοῖς ἐκείνων ὁπαδοῖς καὶ ὑπουργοῦσιν αὐτῶν ταῖς προνοίαις, εἰκῶς ὁ Πλάτων 25 καὶ ἐν τοῖς γένεσι τούτοις τὴν ὁμοίαν τοῦ ἄρρενος πρὸς τὸ θῆλυ συνάρμοσιν ἀσπάζεται, καὶ μεταδίδωσιν ἀμφοῖν κοινῆς ἀρετῆς καὶ κοινῶν ἐπιτηδευμάτων, ὥσπερ καὶ ἡ φύσις τὰ γένη ταῦτα συνέδησεν ἀλλήλοις καὶ μετ’ ἀλλήλων ἐποίησεν αὐτὰ τίκτειν, χωρὶς δὲ ἀπὸ θάτερου τὸ ἕτερον οὐ διεῖλεν,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
