# In Platonis Timaeum Commentaria 1.112.4

Proclus, In Platonis Timaeum Commentaria, 1.112.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.112.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.112.4

Λογγίνος μὲν ἐν τούτοις ὡραϊζεσθαι τὸν Πλάτωνα B φησι, διὰ τῶν παραβολῶν καὶ τῆς τῶν ὀνομάτων χάριτος καλλωπίζαντα τὸν λόγον, ἐνδεικνύμενος εἰς τινὰς Πλατωνικούς αὐτοφυῆ τὴν ἐρμηνείαν ταύτην, ἀλλ’ οὐκ ἐκ τέχνης πεπορισμένην τῷ φιλοσόφῳ λέγοντας· εἶναι μὲν γὰρ τὴν ἐκλογὴν τῶν ὀνομάτων πεφροντισμένην τῷ Πλάτωνι, καὶ οὐ κατὰ τὸ ἐπιτυχὸν ἕκαστα λαμβάνειν αὐτόν· ἀλλὰ τοῦτο μὲν εἴποι ἂν τις ἀπὸ τῆς κοινῆς τοῖς τότε καὶ συνήθους ἐρμηνείας ἤκειν καὶ εἰς αὐτόν· πολλὴν δὲ αὐτὸν ποιεῖσθαι καὶ τῆς συνθήκης τὴν προμήθειαν· θάττον γὰρ ἂν τὰς ἀτόμους Ἐπικούρου [p. 257 Vs.] συνελθούσας ποιῆσαι κόσμον, ἢ ὀνόματα ὡς ἔτυχε συγκεῖμενα καὶ ῥήματα λόγον καταφθωμένον· Πλάτωνα δὲ ἐν μὲν τῇ χρήσει τῶν ὀνομάτων ἠτιάσαντό τινες ὡς μεταφοραῖς χρώμενον, περὶ δὲ τὴν συνθήκην ἅπαντες θαυμάζουσιν· ἀλλ’ ὅμως οὐδὲ ἐκ ταύτης μόνον ἂν τις λάβοι τὴν περὶ τὴν ἐρμηνείαν αὐτοῦ φροντίδα, ἀλλ’ ἐκ τῶν τοιούτων ἐπιτηδεύσεων, οἷαν ἐν τούτοις ἐπιδείκνυται· οὐ γὰρ ἀπλῶς λέγει ὁ Σωκράτης ὁ ποθεῖ γενέσθαι αὐτῷ παρὰ τῶν ἀμφὶ Τιμαῖον, ἀλλ’ ὡραϊζομένην πως ἕοικε καὶ ψυχαγωγούντι C τὸν ἀκροατήν· προσέοικε δὲ δή τινί μοι τοιῶδε τὸ πάθος, οἷον εἰ τις ζῷα καλὰ θεασάμενος εἴτε ὑπὸ γραφῆς εἰργασμένα καὶ τὰ ἐξῆς. ταῦτα μὲν οὖν ὁ Λογ-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
