# In Platonis Timaeum Commentaria 1.151.1

Proclus, In Platonis Timaeum Commentaria, 1.151.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.151.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.151.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 21 E] μεταποιῆσαι τὴν ἱστορίαν τὸν Θεόπομπον· ἐπ’ αὐτοῦ γὰρ ἀφικέσθαι τινὰς ἐκ τῆς Σάεως ἀνανεουμένους τὴν πρὸς ’Αθηναίους συγγένειαν. ὁ δὲ Πλάτων τοσοῦτον μόνον εἶπε περὶ αὐτῶν, ὅτι φιλαθῆναιοί τε οἱ Σαῖται καὶ τινὰ τρόπον οἰκείοι. δύναται δὲ τοῦτο λέγειν διὰ τὴν πολιούχον μίαν οὐσίαν. περὶ δὲ τῆς ἐφόρου τῶνδε τῶν πόλεων ἐκεῖνα χρή γυγνώσκειν, ὅτι προιοῦσα ἀπὸ τῶν νοητῶν τε καὶ νοερῶν αἰτίων διὰ τῶν ὑπερουρανίων τάξεων ἐπὶ τε τὰς οὐρανίας λήξεις καὶ τὰς τῆς γῆς διακληρώσεις ἤλαχεν οἰκείους ἑαυτῇ τόπους οὐκ ἐπεσοδιώδη τὴν ἑαυτῆς ἡγεμονίαν τῷ τόπῳ παρασχομένη, ἀλλὰ τὴν οὐσίαν αὐτοῦ καὶ τὸ εἶδος ἐν ἑαυτῇ προλαβοῦσα καὶ οὕτως οἰκείων πρὸς ἑαυτὴν τοῦτον λαχοῦσα κλῆρον. ὅτι δὲ ἄνωθεν ἡ ἐπικράτεια τῆς θεοῦ ταύτης διατείνει μέχρι τῶν ἐσχάτων, δηλοῦσιν Ἕλληνες μὲν ἀπὸ τῆς κορυφῆς τοῦ Λίδς αὐτὴν γεννᾶσθαι λέγοντες, Αἰγύπτιοι δὲ ἱστοροῦντες ἐν τῷ ἀδύτῳ τῆς θεοῦ προγεγραμμένον εἶναι τὸ ἐπίγραμμα τοῦτο· τὰ ὄντα καὶ τὰ ἐσόμενα καὶ τὰ γεγονότα ἐγώ εἰμι· τὸν ἐμὸν χιτῶνα οὐδεὶς ἀπεκάλΕ λυψεν· ὃν ἐγὼ καρπὸν ἔτεκον, ἥλιος ἐγένετο. δημιουργικὴ τις οὖν ἡ θεὸς καὶ ἀφανὴς ἄμα καὶ ἐμφανὴς ἐν οὐρανῷ τε λῆξιν ἔχουσα καὶ τὴν γένεσιν καταλάμπουσα τοῖς εἴδεσι· καὶ γὰρ τῶν ζωδίων ὁ κριὸς ἀνεῖται τῇ θεῷ καὶ αὐτὸς ὁ ἰσημερινὸς κύκλος, οὗ δὴ μάλιστα καὶ ἡ κινητικὴ τοῦ παντὸς ἴδρυται δύναμις. εἰκότως οὖν αὐτὴν ὁ Πλάτων καὶ φιλόσοφον ἀποκαλέσει [24 D] καὶ φιλοπόλεμον καὶ νῦν ἀρχηγὸν τῶν ἐν γῇ κλήρων τούτων προσείρηκε, πρῶτον μὲν διὰ τῆς πατρίου φωνῆς τιμῶν τὴν θεόν· Ἀρχηγέτιν γὰρ οἱ Ἀττικοὶ τὴν Πολιούχον ὀνόμαζον, τὴν ἐπώνυμον καὶ ἀρχηγέτιν αὐτῆς ὑμνοῦντες. ἔπειτα τὴν προοἰκουμένην ἐν αὐτῇ μονοειδῶς τῶν διοικουμένων κλήρων περιοχὴν ἐνδεικνύμενος, καὶ πρὸς τούτοις διαφρόνην ἡμῖν παριστάς, ὅτι

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
