# In Platonis Timaeum Commentaria 1.152.1

Proclus, In Platonis Timaeum Commentaria, 1.152.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.152.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.152.1

ΠΡΟΚΛΟΤ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 21 E 22 A] διὰ πλειόνων φωνῶν τὰ αὐτὰ σημαίνεσθαι δυνατόν, εἰκόνων οὐσῶν τῶν φωνῶν τοῦ σημαινομένου πράγματος ὑπ’ αὐτῶν· καὶ γὰρ ἑνὸς ἀγάλματα πλεῖω γένοιτ’ ἂν ἐκ τῆς ὅλης διαφόρου οὐσίας· ὥστε καὶ Αἰγύπτιοι λόγον ἀποδώσουσι, διότι τοῦτο αὐτὴν ἐκάλεσαν τὸ ὄνομα, καὶ Ἕλληνες, καὶ οὐδὲν θαυμαστὸν ἀμφοτέρους ὀνομάζειν ὀρθῶς, ὡς κατὰ μίαν ἐπιστήμην τὰ ὀνόματα θεμένους. εἰ τοίνυν μία τῶν δύο πόλεων ἔφορος, τῆς τε Σάεως καὶ τῶν Ἀθηνῶν, εἴκτως φιλαθηναῖοί τινές εἰσιν οἱ τὴν Σαῖν οἰκοῦντες, ἅτε συγγενεῖς πῶς ὄντες αὐτοῖς· ἢ γὰρ οἰκειότης οὐ παντελῶς δύναυτο γὰρ ἂν καὶ τῆς αὐτῆς προνοίας οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον μετέχειν, καὶ οἱ μὲν ἄλλης, οἱ δὲ ἄλλης ἐν αὐτῇ δυνάμεως. καὶ γὰρ αὐ καὶ τοῦτο δεῖ γινώσκειν, ὅτι τοῖς διαφόροις ἕθνεσιν ἡ ἐξαλλαγὴ γίνεται μὲν παρὰ τοὺς τόπους αὐτούς, οὓς ἕκαστα κατοικεῖ, καὶ παρὰ τὰς τῶν ἀέρων κράσεις καὶ παρὰ τὴν πρὸς τὸν οὐρανὸν σχέσιν καὶ ἐτι μερικώτερον, εἰ βούλει, παρὰ τοὺς σπερματικοὺς λόγους· πολὺ δ’ ἂν μάλιστα διαφέρειν εἴποις αὐτὰ κατὰ τὴν ἀγγελαιοκομικὴν τῶν θεῶν ἐπιστασίαν καὶ τὰς τῶν ἐφόρων διαφορότητας, παρ’ ἃς καὶ χρώματα καὶ σχήματα καὶ φωνὰς καὶ κινήσεις ἐξαλλοτομένας εὑροῖς ἂν ἐν τοῖς διαφόροις τόποις, ὥστε καὶ τοὺς ἀποίκους πολλάκις μεταβάλλειν τὸ τε χῶμα καὶ τὴν φωνὴν τῶν ἀποικισάντων, ὅταν εἰς ἄλλους ἀφίκωνται τόπους, καθάπερ τὰ φυτὰ τῇ ποιότητι τῆς χώρας συμμεταβάλλονται, ἐὰν εἰς ἄλλοτριαν γῆν μεταβληθέντα τυγχάνῃ.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
