# In Platonis Timaeum Commentaria 1.155.3

Proclus, In Platonis Timaeum Commentaria, 1.155.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.155.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.155.3

Παλαιὸς μὲν ὁ ἱερεύς, ἵνα καὶ ἐπιπλήττων μὴ λίαν φορτικὸς ἢ καὶ τοῦ περὶ ἀρχαιολογίας διδάσκειν ἔχῃ τὸν E εἰκότα λόγον· ἐπαναλήψει δὲ χρήται τῆς κλήσεως, οὐχ ὡς ὑπερδιατεινόμενος μόνον περὶ ὧν μέλλει λέγειν, ἀλλὰ καὶ εἰς ἔνδειξιν τῆς ἀπὸ τῶν αὐτῶν ἐπὶ τὰ αὐτὰ ἀνακυκλήσεως, ἣν μονίμως καὶ νοερῶς περιείληφε διὰ τῆς ἀνεξάλειπτου γνώσεως τὰ ὁλιώτερα αἴτια τῶν ἐν τῷ παντὶ γιγνομένων, οἷς ἀνάλογον ὁ ἱερεύς. αἰτιᾶται δὲ τοὺς Ἕλληνας ὡς ἀεὶ παῖδας, διότι τὴν παντοίαν Αἰγυπτίων σοφίαν οὐ μετήρσαν, ἀλλ’ οἱ πλεῖστοι παρ’ αὐτοῖς τὴν ἀνθρωποδωδὴ τριᾶχα ἔφερον ἐν ταῖς ψυχαῖς [Alc. I 120 B]. τὴν οὖν ἀφοσύνην αὐτῶν ἡ νεότης ἐνδείκνυται· ἢ καὶ διότι συνεχεῖς εἰσιν αἱ παρ’ αὐτοῖς φθοραί, καὶ πρὶν ἀρχαῖοι γένωνται οἱ ὄντες, γίγνονται νέοι πάλιν διὰ τῆς φθορᾶς· ἢ καὶ ὅτι τὰ παλαιὰ ἔργα οὐ σῴζεται παρ’ αὐτοῖς, ἀλλ’ ἀεὶ τὰ παρόντα καὶ ὅσα ἡ αἴσθησις ὑποβάλλει γινώσκουσιν, Αἰγυπτίοις δὲ ἄρα καὶ τὰ γεγονότα διὰ τῆς μνήμης ἀεὶ νέα πάρεστιν, ἢ δὲ μνήμη διὰ τῆς ἱστορίας, αὕτη δὲ ἀπὸ τῶν στηλῶν ἐν αἷς ἀπεγράφοντο τὰ παράδοξα καὶ τὰ θαύματος ἄξια τῶν πραγμάτων εἴτε ἐν πράξεσιν εἴτε ἐν εὐρέσεσιν. ἀλλὰ διὰ F τί, φασίν, οὕτως ὁ ἱερεὺς φορτικῶς ἐπέπληξε; τί γὰρ θαυμαστὸν ἢ τῶν γεγονότων γνώσις; πολυμαθείῃ νῦον οὐ φύει, φησὶν ὁ γενναῖος Ἡράκλειτος [frg. 40 D.]. εἰ δὲ καὶ ὁ φησὶν Εὐδόξος ἀληθές, ὅτι Αἰγύπτιοι τὸν μῆνα ἔνιαυτὸν ἐκάλουν, οὐκ ἂν ἡ τῶν πολλῶν τούτων ἐνιαυτῶν ἀπαρίθμησις ἔχοι τι θαυμαστόν. περιττὸς οὖν μέγα φονῶν ἐπὶ τούτοις ὁ Αἰγύπτιος. ἢ καὶ τὰς μνήμας καὶ τὰς αἰσθήσεις ποιητικὰς μὲν εἶναι τῆς ἐπιστήμης, ὡς φησὶν ὁ Ἀριστοτέλης, ἀδύνατον, συντελεῖν δὲ ὅμως εἰς τὰς τῶν ὅλων ἀναμνήσεις δοτέον· πολλὰ γὰρ ἐπὶ πολλοῖς ὅμοια ἱστο-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
