# In Platonis Timaeum Commentaria 1.158.1

Proclus, In Platonis Timaeum Commentaria, 1.158.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.158.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.158.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 22 C] τοῦτο γάρ ἐστι τὸ ἀεὶ τὰ παρόντα γιγνώσκειν, ἐκεῖνο δὲ τὸ καὶ τὰ ἀπόντα τῇ μνήμῃ κατέχειν, τὸ χωριστῶς καὶ μονίμως τὰ ὅλα καθορᾶν. τίνες οὖν αἱ ποικίλαι περίοδοι τῶν ἐν τῷ κόσμῳ πραγμάτων; ἀεὶ δὴ γένεσιν καὶ ἀεὶ φθορὰν ἐν τῷ παντὶ θετέον· τὸ γὰρ αἰσθητὸν γιγνόμενον ἐστι καὶ ἀπολλύμενον, ὧντως δὲ οὐδέποτε ὧν· ἀλλὰ τὴν γένεσιν ταύτην καὶ τὴν ἀπόλειαν ἄλλως μὲν ἐπὶ τοῦ οὐρανοῦ θεατέον, ἄλλως δὲ ἐπὶ τῶν ἐνύλων· ἐκεῖ μὲν ἡ ἐναλλαγὴ τῶν σχημάτων καὶ κίνησις ἀεὶ γιγνομένη προϋπάρχει, δι’ ἐκείνας δὲ τὰς μεταβολὰς καὶ ἡ γένεσις κυβερνομένη τὸν ἑαυτῆς ἀνελίππει κύκλον. ἐν δὲ τῷ κύκλῳ τούτῳ ποτὲ μὲν ἄλλα, ποτὲ δὲ ἄλλα τῶν στοιχείων ἐπικρατεῖ. καὶ τὰ μὲν ὅλα κατὰ φύσιν ἀεὶ τὴν αὐτὴν καὶ ὁμοίαν διατηρεῖ τάξιν, ἐν δὲ τοῖς μέρεσιν ἄλλοτε ἄλλοις τὸ κατὰ φύσιν ἢ τὸ παρὰ φύσιν ἐπιγίνεται δεόντως, ἢ τὰ τε ὅλα καὶ τὰ μέρη ἀεὶ κατὰ φύσιν ἔχειν, ἢ ἄμφω ποτὲ παρὰ φύσιν, ἢ τὰ μὲν παρὰ φύσιν, τὰ δὲ κατὰ φύσιν, καὶ τοῦτο διχῶς. πάντων μὲν οὖν κατὰ φύσιν ἔχοντων οἴχεται τὸ ποικίλον τῆς γενέσεως, καὶ γίνεται τὰ αἰδία τῶν ὄντων ἔσχατα καὶ τὰ πρώτιστα τελευταῖα τῶν πάντων· πάντων δὲ παρὰ φύσιν διατιθεμένων οὐδὲν ἔσται μόνιμον, ἀφ’ οὗ καὶ τοῖς μεταβαλλομένοις τὸ ἀεὶ ὡσαύτως ὑπάρχειν δυνατόν, οὐδὲ ὁ κύκλος σωθήσεται τῆς γενέσεως. παρὰ φύσιν δὲ τῶν ὅλων ἔχοντων τὰ μέρη κατὰ φύσιν ἔχειν ἀμήχανον· ἔπεται γὰρ τὰ μέρη τοῖς ὅλοις, καὶ περιεκτικὰ τὰ ὅλα τῶν μερῶν ἐστιν. ἐκείνων οὖν ποτε παρὰ φύσιν ἔχοντων ταῦτα ἐν τῷ κατὰ φύσιν διαμένειν ἀδύνατον· οὐδὲν γὰρ τοῦ ἡμετέρου ζῴου παντὸς κινηθέντος καὶ τὴν ἑαυτοῦ τάξιν ἀπολέσαντος δύναταί τι τῶν ἐν αὐτῷ μορίων ἔτι κατὰ φύσιν ἔχειν. λείπεται ἄρα τῶν ὅλων ἐν τῷ κατὰ φύσιν ἰδρυμένων τὰ μέρη ποτὲ μὲν ἐπόμενα τοῖς ὅλοις διακείσθαι κατὰ φύσιν, ποτὲ δὲ ἐπὶ τὸ παρὰ φύσιν χωρεῖν. ὥσπερ δὲ τῶν μερικῶν ζῴων ἕκαστον μὲν ἀεὶ καὶ γίνεται καὶ φθείρεται διὰ τὴν ἀπορροὴν τῶν ἐνύλων, μᾶλλον

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
