# In Platonis Timaeum Commentaria 1.162.1

Proclus, In Platonis Timaeum Commentaria, 1.162.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.162.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.162.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 22 C] δὲ καὶ νοηταὶ τῶν θεῶν τάξεις. σύμβολον δὲ τοῦ μὲν τὸ τὸ φαινόμενον ἱστορεῖσθαι παρ’ Ἕλλησι, τοῦ δὲ τὴν διάνοιαν ἵχνευσαι τῆς ἱστορίας τὸν ἱερέα καὶ τὸ ἀπ’ αὐτῆς δηλούμενον εἰς φῶς ἀναγαγεῖν τῷ Σόλωνι. ταῦτα μὲν οὖν τῆς ὅλης ἕνεκα θεωρίας εἰρήσθω παρ’ ἡμῶν, ὡς ἂν μὴ ἀπάζοντα καὶ ταῦτα φανείη τῶν προκειμένων. ὁ δὲ περὶ τὸν Φαέθοντα μῦθος ποικίλην ἔχει τὴν περὶ αὐτὸν διατριβήν· δεῖ γὰρ πρῶτον μὲν ἱστορικῶς αὐτὸν μετελθεῖν, δεύτερον δὲ φυσικῶς καὶ τρίτον φιλοσόφως. ἡ μὲν οὖν ἱστορία φησίν, ὅτι Φαέθων, Ἥλιου παῖς καὶ τῆς Ὠκεανοῦ Κλυμένης, τὸ τοῦ πατρὸς ἅρμα ἐλαύνων ἐξετράπετο τῆς ὁδοῦ, καὶ ὁ Ζεὺς περὶ τῷ παντὶ δεῖσας ἐκεραύνωσεν αὐτόν, ὁ δὲ κεραυνωθεὶς κατέπεσεν ἐπὶ τὸν Ὠριδανόν, καὶ ἔφλεξε πάντα τὸ ἐξ αὐτοῦ πῦρ ἐπιβουκηθὲν τὴν γῆν, πεσόντα δὲ αὐτὸν αἱ ἀδελφαὶ αἱ Ἠλιάδες ἐθρήνηον. ὁ μὲν οὖν ἀπὸ τῆς ἱστορίας λόγος τοιοῦτος. δεῖ δὲ ὑποκεῖσθαι καὶ τὴν ἐκπύρωσιν γεγονέναι — τοῦτον γὰρ ἕνεκα καὶ ὁ πᾶς λόγος — καὶ τὸ αἴτιον αὐτῆς μήτε ἀδύνατον εἶναι μήτε τι τῶν ὀρθῶς γιγνωμένων. ἔσται δὲ ἀδύνατον μέν, εἴ τις τὸν Ἥλιον οἴοιτο ποτὲ μὲν ἐλαύνειν τὸ οἰκεῖον ἅρμα, ποτὲ δὲ ἀφίστασθαι μεταβαλλόμενον καὶ ἄλλῳ τὸ οἰκεῖον ἔργον ἐπιτρέπειν, τῶν δὲ ὀρθῶς γιγνομένων, εἴ τις ὑποθοῖτο κομητὴν εἶναι τὸν Φαέθοντα τοῦτον, ὃς διαλύμενος αἰχμὸν ἀφόρητον ποιεῖ· τοῦτο γὰρ εἰωθὸς ἐστὶ καὶ πεπατημένον. λέγει γοῦν καὶ ὁ Πορφύριος, ὅτι καὶ σημειά τινα ἐλάμβανον ἀπὸ τῆς κινήσεως τῶν κομητῶν, ἐπὶ μὲν τὰ νότια γιγνομένης, χειμῶνων, ἐπὶ δὲ τὰ ἄρκτια, ἀνύμων, ἐπὶ δὲ ἀνατολάς, λοιμῶν, ἐπὶ δὲ δύσιν, ἐνυηρίας, καὶ τὴν ἀφάνισιν τοῦ κομητοῦ κεραύνωσιν ἐκάλουν, ὡς ἂν εἰωθυίας οὖσης τῆς τούτων συστάσεως. καὶ εἴρηται τοῖς φυσικοῖς πολλὰ περὶ κομητῶν. εἰ δὴ χρή φυσικώτερον διαλῦειν τὸν μῦθον, ἄμεινον ὡς ὁ ἑταῖρος

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
