# In Platonis Timaeum Commentaria 1.162.4

Proclus, In Platonis Timaeum Commentaria, 1.162.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.162.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.162.4

13 κατέπευσεν ἐπὶ C: κατέπεσε παρὰ MP fort. πᾶσαν cum s, ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 22 C] ἡμῶν ἐπέβαλε Δομνῖνος ποιεῖσθαι τὴν ἐξήγησιν, <ὅς φησιν> γίγνεσθαι ποτὲ τῆς ἑρᾶς ἀναθυμιάσεως τοιαύτην σύστασιν, ὥστε ῥαδίως ὑπὸ τῆς ἡλιακῆς ἐξάπτεσθαι θερμότητος — ἐξαφθεῖσαν δὲ ταύτην φλέξαι πάντα τὸν ὑποκείμενον τῆς γῆς τόπον οὐδὲν θαυμαστόν — καὶ φλέξασαν ἐκπτύωσιν ἐργάσασθαι τοιαύτην, οἷαν φησιν ὁ μῦθος, καὶ ἐργασαμένην ἀποσβῆναι καὶ ἀφανῆ γενέσθαι. τὸ μὲν οὖν ἀπὸ ἡλίου τὴν ἐξαφιν γεγονέναι τοῦ παιδὸς Ἡλίου κεκλῆσθαι τὸν Φαέθοντα τοῖς μυθοπλάστοις αἴτιον, ἄφρενα μὲν διὰ τὸ δραστήριον τῆς τοῦ πυρὸς δυνάμεως, ἐπεὶ καὶ αὐτὸ τὸ πῦρ ἄφρεν εἶναι θασί καλεῖν, ὥσπερ Θῆλυ τὴν γῆν, καὶ ταύτην μὲν ὕλην, ἐκεῖνο δὲ εἶδος. τὸ δὲ μὴ κατὰ παραλλήλου τοῦ αὐτοῦ τῷ ἡλίῳ γίγνεσθαι τὴν τοιαύτην ἀναθυμίαν τοῦ φάναι μὴ κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τὸ ἅρμα, τὴν δὲ περὶ γῆν τοῦ νέφους διάλυσιν πτώσιν τοῦ Φαέθοντος, τὴν δὲ ἀπόσβεσιν ἀπὸ τοῦ Διὸς κεραύνωσιν, τὴν δὲ τῶν ὑετῶν ἐπ’ αὐτῇ φοράν — καὶ γὰρ τοῦτο τῶν γιγνομένων ἐπὶ ταῖς μεγάλαις ἐκπτύωσεσι — τῶν ἀδελφῶν θρήνον, [τῶν ὑγρῶν ἀναθυμιάσεων,] παρ’ ὧν καὶ οἱ θρηνοῦντες ὑγρὸν προχέουσι καὶ ἀναθυμιάσεις, ἡ τε ἑρᾶ καὶ ὑγρὰ, μίαν αἰτίαν ἔχουσι τὸν ἥλιον, προσῆκει δὲ τῇ μὲν τὸ Θῆλυ, τῇ δὲ τὸ ἄφρεν. αὐταὶ μὲν οὖν αἱ ἐπιβολαὶ φυσικώτεραι. δύναιτο δ’ ἂν τι καὶ ὀψιλότερον λέγειν ὁ μῦθος, ὅτι ἄρα ψυχαὶ μερικαὶ προἤλθον μὲν καὶ ἀπὸ τοῦ πατρὸς τῶν ὅλων, ἐσπάρησαν δὲ περὶ τοὺς ἐγκοσμίους θεούς, ἵνα μὴ νοεραὶ μόνον ὦσι καὶ ἐφάπτωνται τῶν νοητῶν καὶ ἀναδύνωσι τῶν σωμάτων, ἀλλὰ καὶ ἐγκόσμιον ἔχωσι τὴν ὑπόστασιν, ὥσπερ αὐ αἱ θείαι τε καὶ δαιμόνιαι ψυχαὶ κατετάχθησαν ὑπὸ ἡγεμόνας δευτέρους, αἱ μὲν ὑπὸ τὴν θεότητα τῆς Γῆς, αἱ δὲ ὑπὸ Σελήνην, αἱ δὲ ὑπὸ Ἥλιον, αἱ δὲ ὑπὸ τὴν Διός, αἱ δὲ ὑπὸ τὴν Ἄρεος ἡγεμονίαν. διότι δὲ τὸ σπειρόμενον πανταχοῦ προσλαμβάνει τι καὶ ἀπὸ τῆς ἐκείνου φύσεως, ἐν ᾧ σπείρεται, τὰ μὲν ἐν γῇ σπαρέντα ἀπὸ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
