# In Platonis Timaeum Commentaria 1.183.1

Proclus, In Platonis Timaeum Commentaria, 1.183.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.183.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.183.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 23 C] καὶ τῶν σχημάτων ὡς δι’ εἰκόνων τὴν φύσιν ἀφερμηνεύων, οὕτω καὶ ὁ Αἰγύπτιος ἱερεὺς διὰ συμβόλων ἐαντῷ προσφέρων ἀναδιδάσκει ἂν τὴν περὶ τῶν πραγμάτων ἀλήθειαν. πρὸς δὲ τούτους καὶ αὐτὸς ὁ Πλάτων ἐν ἄλλοις ἡμιάσατο τοὺς πάντα ἐκ τοῦ προχείρου λέγοντας, ἵνα καὶ τοῖς σκυτο- 5 τόμοις, φησί, κατάδηλον αὐτῶν ποιήσωσι τὴν σοφίαν· ὥστε οὐκ ἀλλοτρίως ἐστι τοῦ Πλάτωνος ὁ δι’ αἰνυμάτων ἀληθῆ παραδιδούς λόγος. ταῦτα μὲν οὖν ἐκάτεροι λέγουσιν. ἡμεῖς δὲ εἴπωμεν, ὅτι καὶ ἱστορία ταῦτα πάντα ἐστὶ καὶ 10 ἔνδειξις τῆς κοσμικῆς ἐναντιώσεως καὶ τῆς ὅλης τάξεως, ἀφηγουμένη μὲν τὰ ἐπ’ ἀνθρώπων γεγόντα, συμβολικῶς δὲ ἐν αὐτῇ περιέχουσα τὰ ἐν τῷ παντὶ περιέχοντα καὶ τὴν κοσμικὴν ἐναντίωσιν· ἄνωθεν γὰρ ἀπὸ τῶν πρώτων νοητῶν ἢ κατ’ ἀντίθεσιν πρόοδος καὶ τὸν κόσμον ταῖς ἀντικειμέναις διέλε 15 δυνάμεσι. καὶ εἰ βούλει, θεολογικῶς ἐφεξῆς κατὰ τὰς θείας τάξεις διέλθωμεν τὸ πᾶν καὶ κατὰ τοὺς Πυθαγορείους τὰς ἐν αὐτῷ συστοιχίας κατίδωμεν. οὐκοῦν ἀπὸ μὲν τῶν δυοῖν ἀρχῶν εἰς πέρας καὶ ἀπειρίαν, μᾶλλον δὲ τὰ τοῦ πέρας συγγενῆ καὶ τῆς ἀπειρίας διήρηται· τῶν γὰρ μικτῶν τὰ μὲν 20 πρὸς ταύτης, τὰ δὲ πρὸς ἐκείνης ἐστὶ τῆς ἀρχῆς. ἀπὸ δὲ τοῦ μετ’ ἐκείνας τριτοῦ φανέντος εἰς ἡνωμένα καὶ πεπληθυσμένα· πρῶτως γὰρ ἐκεῖ τὸ πλήθος ἐστὶν ἡνωμένως. ἀπὸ δὲ τῆς ἐξῆς τριάδος εἰς τε αἰδία καὶ φθαρτά· τὸ γὰρ μέτρον τοῦ εἶναι πᾶσιν ἐκεῖθεν. ἀπὸ δὲ τῆς τρίτης εἰς τε 25 ἄρρενα καὶ θῆλεα· καὶ γὰρ ἐν ταύτῃ πρῶτως ἐκάτερον. ἀπὸ δὲ τῆς πρώτης τῶν μεταξὺ κατὰ τὸ περιττὸν καὶ ἄρτιον· ὁ γὰρ ἑνιαῖος ἀριθμὸς ἐκεῖ. κατὰ δὲ τὴν δευτέραν εἰς τε μερικὸν καὶ ὁλικόν, κατὰ δὲ τὴν τρίτην εἰς τε τὸ εὐθὺ καὶ περιφερές. τῶν δὲ αὐ νοερῶν κατὰ μὲν τὸ πρῶτον εἰς τε 30 τὰ ἐν αὐτοῖς ὄντα καὶ τὰ ἐν ἄλλοις, κατὰ δὲ τὸ δεύτερον

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
