# In Platonis Timaeum Commentaria 1.188.3

Proclus, In Platonis Timaeum Commentaria, 1.188.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.188.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.188.3

ἥδε γὰρ ἀθανάτων προφερεστάτη ἐστὶν ἀπασῶν ἰστὸν ἐποίχεσθαι, φησὶν Ὀρφεύς. ἐκεῖ οὖν ἢ τε ὄφαντικὴ πρῶτος καὶ ὁ πέπλος τῆς οὐσίας τῆς θεοῦ ταύτης, ἢ πάντα ἐστὶ νοερῶς, ὅσα τὸ πᾶν ἐγκοσμίως· οὐ γὰρ ἀλλahoῦ βλέπουσα ἢ εἰς ἑαυτὴν τὸν ἐν τῷ παντὶ προτυπαίνει πόλεμον. ἀλλ’ ἵνα ἐπὶ τὸ προκείμενον F ἀναδράμωμεν, ἄντικρυς ὁ Αἰγύπτιος μιμεῖται τοῦ δημιουργοῦ τὴν ἀφθονον πρόνοιαν, περὶ οὐ μικρὸν ἐρεῖ προελθὼν [29 E] τὸ ἀγαθὸς ἢν, ἀγαθῶ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε γίνεται φθόνος. καὶ γὰρ αἱ προσεχῶς μετ’ αὐτὸν τάξεις παρ’ αὐτοῦ καὶ δι’ αὐτὸν προβεβλημένην ἔχουσι τὴν ἀφθονον μετάδοσιν τῶν ἀγαθῶν· καὶ διὰ τὴν ἀφθονίαν ταύτην πληροῖ μὲν τὴν Σόλωνος διάνοιαν, ἐγκωμιάζει δὲ τὴν πόλιν, ὑμνεῖ δὲ τὴν πολιοῦχον θεόν, μερικὰ τε καὶ ὅλικά συνάπτων τὰ τε συνεχόμενα τοῖς συνέχουσι ν ἐνίξων καὶ καθ’ ἕνα δεσμὸν καὶ μίαν σειρὰν ἐξάπτων 42 πάντα τῆς θεοῦ.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
