# In Platonis Timaeum Commentaria 1.193.1

Proclus, In Platonis Timaeum Commentaria, 1.193.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.193.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.193.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 23 D] περὶ ἡμᾶς ἅπαντα συντελεῖ πρὸς τὴν τῆς ἐπιτηδειότητος ταύτης αὐξησίν τε καὶ μείωσιν. ὅταν οὖν κατὰ τὴν τῶν πολλῶν τούτων αἰτίων συνοδρομὴν ἐπιτηδειότης ἐγγένηται C τινὶ τῶν μεταβάλλεσθαι πεφυκότων τῆς μετουσίας τῶν θεῶν, ἐκφαίνεται κἄν τούτοις τὸ θεῖον πρότερον ἀποκεκρυμμένον ὑπὸ τῆς ἀνεπιτηδειότητος τῶν δεχομένων καὶ τὸν μὲν οἰκεῖον κλῆρον ἔχον αἰωνίως καὶ προτεῖνον τὴν ἑαυτοῦ μετουσίαν, οὐ μετεχόμενον δὲ ὑπὸ τούτων ἀνεπιτηδείων ὄντων, ἀλλ’ ὥσπερ τῶν μερικῶν ψυχῶν ἄλλοτε ἄλλους βίους αἱρουμένων αἱ μὲν τοὺς προσφόρους αἱροῦνται τοῖς οἰκείοις θεοῖς, αἱ δὲ καὶ ἄλλοιους λήθη τῶν οἰκείων, οὕτω δὴ καὶ τῶν ἱερῶν τόπων οἱ μὲν τῷ τῶν κλῆρον τὸν ἐκεῖ διαλαχόντι προσφκειῶνται, οἱ δὲ καὶ ἄλλην τάξιν ἀνήρτηνται, καὶ διὰ τοῦτο οἱ μὲν εὐτυχέστερον, οἱ δὲ ἀτυχέστερον ἐθεώσααν, φησὶν ὁ Ἀθηναῖος ξένος [leg. VI 771 BC]· εἴτ’ οὖν τελειοτικῆς εἴτε νομοθετικῆς τήνδε τὴν πόλιν ἀνείσης θεῷ τῷ κατὰ τὸν ἐξ ἀρχῆς κλῆρον τὸν ἴδιον ταύτῃν λαχόντι τὴν μοῖραν, ἢ τε ζωὴ μᾶλλον ὁμοιοῦται πρὸς τὸν ξφορον θεὸν καὶ τὰ ἔργα μεγάλα καὶ θαυμαστὰ μᾶλλον κατορθοῖ τοῦ μὴ ἐκ τοιαύτης ἀρχῆς ἐπὶ τὰς πράξεις ὁρμῶντος, καὶ D ὁ τὸν τοῦ λαχόντος θεοῦ βίον ἡρημένος μᾶλλον κατορθοῖ τοῦ πρὸς ἄλλην τάξιν ἑαυτὸν μεταστήσαντος. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ ὁ Αἰγύπτιος τὴν Ἀθηνᾶν φησι λαχεῖν τὴν τε ἐπώνυμον αὐτῆς πόλιν καὶ τὴν ἑαυτοῦ, τὴν Σάιν, ἵσως μὲν καὶ ἀπὸ τῆς πολλῆς ὁμοιότητος πρὸς αὐτὴν τῆς τῶν πολιτῶν ζωῆς τεκμαιρόμενος, ἵσως δὲ καὶ ἐκ τῆς τελεστικῆς καὶ τῶν ἱερατικῶν ἔργων τῆς τοιαύτης κληρουχίας συννησθημένος· ὡς γὰρ καὶ ἄλλων θεῶν, οὕτω καὶ Ἀθηνᾶς ἐστι κλῆρος ἄνωθεν ἀπὸ τῶν νοερῶν αἰτίων εἰς τὸν τῆς γῆς τόπον προελθούσης. ἔστι γοῦν ἐν μὲν τῷ πατρὶ πρῶτως,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
