# In Platonis Timaeum Commentaria 1.194.2

Proclus, In Platonis Timaeum Commentaria, 1.194.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.194.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.194.2

ἐν δὲ τοῖς ἡγεμονικοῖς θεοῖς κατὰ δευτέραν τάξιν, ἐν δὲ τοῖς δώδεκα ἄρχουσι τρίτην ποιησαμένη πρόοδον, ἐν δὲ τῷ οὐρανῷ μετὰ ταύτην ἐφανείσα τὴν ἀπόλυτον ἐξουσίαν, ἄλλως μὲν ἐν τῇ ἀπλανεῖ· καὶ γὰρ ἐκεῖ κλῆρός τις ἀνήπταται τῆς θεοῦ ταύτης, εἴτε δ περὶ τὸν Κριὸν τόπος, εἴτε δ περὶ τὴν Παρθένον, εἴτε καὶ τῶν ἀκτῶν ἀστέρων τις, ὥσπερ ἔνιοι τὴν †ἐκεῖ σελήνην φασίν. ἄλλως δὲ ἐν ἡλίῳ· καὶ γὰρ ἐνταῦθα δυνάμεις θαυμαστὴ καὶ τάξις Ἀθηναικὴ κατὰ τοὺς θεολόγους μετὰ ἡλίου τὰ ὅλα δημιουργεῖ. ἄλλως δὲ ἐν σελήνη, Ε τῆς ἐκεῖ τριάδος οὖσα μονάς. ἄλλως δὲ ἐν τῇ γῇ, κατὰ τὴν ὁμοιότητα τῶν τῆς γῆς διακληρώσεων πρὸς τὰς οὐρανίας διανομάς, καὶ περὶ γῆν ἄλλως ἐν ἄλλοις τόποις, κατὰ τὰς ἰδιότητας τῆς προμηθείας. οὐδὲν οὖν θαυμαστόν, εἰ λέγοιτο καὶ τὰς Ἀθῆνας εἰληχέναι μία θεὸς καὶ τὴν Σάμιν· οὐ γάρ, ὥσπερ αἱ μερικαὶ ψυχαὶ δύο σώματα ἐνοικεῖν οὐ πεφύκασι, διότι μετὰ σχέσεως ποιοῦνται τὴν πρόνοιαν, οὕτω καὶ περὶ τῶν θεῶν οἰκτέον ἐστίν· ἀλλ’ ἔστι μὲν καὶ τῆς αὐτῆς δυνάμεως μετουσία κατὰ διαφόρους τόπους, ἐν δὲ τῇ μιᾷ καὶ πλήθός ἐστι, καὶ ἄλλως μὲν ὑπὸ τοῦδε τοῦ τόπου, ἄλλως δὲ ὑπ’ ἄλλων μετέχεται, καὶ ἐφ’ ὧν μὲν ἡ ταυτότης πλείων, ἐφ’ ὧν δὲ ἡ ἑτερότης. εἰ δὴ ταῦτα ἀληθῆ λέγομεν, καὶ κλῆροι τῶν θεῶν ἀδλως ἐστήκασιν ἐν τῷ παντί, καὶ τοῦτων ὄντων εἰσὶ καὶ αἱ κατὰ χρόνον ἐκφάνσεις ἄλλαι κατ’ ἄλλους τόπους. δηλοῖ δὲ καὶ ἡ παλαιὰ θεολογία τὴν διαώνιον τῶν κλῆρων οὐσίαν, ὥσπερ ὅταν λέγεται παρ’ Ὁμήρῳ [O 190] τὸ ἢ τοι ἐγὼν ἔλαχον πολίην ἄλα ναϊέμεν αἰεῖ· τὸ γὰρ ἀεὶ τῆς αἰδιότητός ἐστι σημαντικόν. καὶ ὅλως ἐπεὶΦ δὴ δεῖ πρὸ τῶν ποτὲ μετεχόντων εἶναι τὰ ἀεὶ μετέχοντα τῶν θεῶν, ἀνάγκη καὶ τῶν ἐγχρόνων τοὺς αἰδίους προϋφεστάναι

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
