# In Platonis Timaeum Commentaria 1.201.2

Proclus, In Platonis Timaeum Commentaria, 1.201.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.201.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.201.2

ἄνω καὶ Κρονίως, κάτεισι δὲ εἰς ἔννοιαν πρῶτως πολιτικῆς ζωῆς, ἥτις ἐστὶ Δίος, ἔπειτα κινεῖ τὸν θυμὸν καὶ ζῇ φιλοτίμως· ὁ δὲ θυμὸς Ἀρειχὸς· καὶ ἐπὶ τούτοις εἰς ἐπιθυμίαν ὑποβαίνει καὶ Ἀφροδισιακὰς ζωάς, καὶ τέλος τοὺς φυσικοὺς προβάλλει λόγους· Ἑρμαῖκοι δὲ οἱ λόγοι πάντες, καὶ ἐστι καὶ τῶν φυσικῶν λόγων ξφορος ὁ ἐντετακὼς Ἑρμῆς. διὰ δὲ τούτων συνδεῖται πρὸς τὸ σῶμα καὶ αὐθὶς λαβοῦσα σῶμα πρῶτον ζῇ φυτικῶς, τροφῆς καὶ αὐξήσεως οὖσα προστάτις τοῦ σώματος, εἶτα ἐπιθυμητικῶς, ἐγείρουσα τὰς γενεσιουργοὺς δυνάμεις, εἶτα θυμοειδῶς, κατεξανισταμένη μὲν τούτων, εἰς δὲ τὴν φιλότιμον ἐπανιοῦσα ζωήν, εἶτα πολιτικῶς, μετρήσασα τὰ πάθη, καὶ τέλος νοερῶς. εἰ μὲν οὖν ἀποκατασταίη, ζῇ νοερῶς, καὶ ἡ μυριάς ἔχει πέρας· ἐν δὲ τῇ γενέσει, πᾶν ἄριστα πολιτεύηται, ζῇ κατὰ τὸν χιλιάδι λειπόμενον. καὶ τούτου σύμβολον ὁ ἑννακισχίλια ἀριθμός, πρέπων τῇ ἀρίστῃ πολιτείᾳ τῶν Ἀθηναίων.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
