# In Platonis Timaeum Commentaria 1.205.2

Proclus, In Platonis Timaeum Commentaria, 1.205.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.205.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.205.2

τῆς ποιότητος δῆλον ἡμῖν γέγονεν, ὅτι τῆς Σωκρατικῆς πολιτείας ὑφεῖται τὰ νῦν παραδιδόμενα καὶ δευτέραν ἂν ἔχοι μετ’ ἐκείνην τάξιν. ἀλλ’ ἐπὶ μὲν ἐκείνης καὶ τὰς ἀναλογίας τὰς πρὸς τὸ πᾶν οὕτως ἐτίθεμεν· τὸ φυλαχικὸν τοῖς οὐρανίοις θεοῖς ἀνάλογον, τὸ ἐπικουρικὸν τοῖς κρεῖττοσι τοῖς τῶν οὐρανίων ὁπαδοῖς καὶ φρουροῦσι τὸ πᾶν, τὸ δητικὸν τοῖς τὴν φύσιν συνέχουσι τὴν ἔνυλον καὶ ταῖς μερικαῖς ψυχαῖς, καὶ τὸ μὲν τοῖς ἀπλανέσι, τὸ δὲ τοῖς πλανωμένοις, τὸ δὲ τοῖς ἐνύλοις· ἐλαμβάνομεν δὲ καὶ ἐν αὐτοῖς τοῖς οὐρανίοις θεοῖς πάντα κατ’ ἀναλογίαν. ἐνταῦθα δὲ πῶς καὶ τίνα τρόπον ταῦτα τὰ γένη ληπτέον ἐν τῷ παντὶ καθορᾶν ἀξίων· ὁ μὲν γὰρ φιλόσοφος Πορφύριος οὕτω διατάττεται· τοὺς μὲν ἱερέας ἀναλογεῖν τοῖς ἐν οὐρανῷ ἀρχαγγέλοις τετραμμένοις πρὸς θεούς, ὧν εἰσὶν ἄγγελοι, τοὺς δὲ μαχίμους τοῖς εἰς τὰ σώματα κατιούσι δαίμοσι, τοὺς δὲ αὐ νομέας τοῖς ἐπὶ ταῖς τῶν ζῴων ἀγέλαις τεταγμένοις, οὓς δι’ ἀπορρήτων ψυχὰς εἶναι λέγουσι ἀποτυνούσας μὲν τοῦ ἀνθρωπικοῦ νοῦ, πρὸς δὲ τὰ ζῷα ἔχούσας διάθεσιν· ἐπεὶ καὶ ἀνθρώπων ἀγέλης ἔστι τις κηδεμὼν καὶ μερικοὶ τινες, οἱ μὲν ἔθνη, οἱ δὲ πόλεις, οἱ δὲ καὶ τοὺς καθ’ ἕκαστον ἐπισκοπούντες· τοὺς δὲ θηρευτὰς τοῖς τὰς ψυχὰς θηρεύουσι καὶ εἰς τὰ σώματα κατακλείουσι· εἰσὶ δὲ οἱ καὶ ταῖς θήραις τῶν ζῴων χαίρουσιν, οἷαν καὶ τὴν Ἀρτεμιν τίθενται καὶ ἄλλο σὺν αὐτῇ πλῆθος δαιμόνων θηρατικῶν· τοὺς δὲ γεωργοὺς τοῖς ἐπὶ τῶν καρπῶν τεταγμένοις. τὸ δὴ πολίτευμα τοῦτο πᾶν τῶν ὑπὸ σελήνην δαιμόνων εἰς πολλὰ νενημημένον δημιουργικὸν ὑπὸ τοῦ Πλάτωνος εἴρησθαι διὰ τὸ ἀφορᾶν πρὸς ἀποτέλεσμα ὃν ἤδη ἡ γιγνόμενον. ὁ δὲ γε θεῖος Ἰάμβλιχος ἐπιτιμήσας τούτοις ὡς οὔτε Πλατωνικῶς οὔτε ἀληθῶς λεγομένοις — οὔτε γὰρ τοὺς ἀρχαγγέλους ἡξιῶσθαι που μνήμης ὑπὸ Πλάτωνος, οὔτε τὸ μάχιμον γένος εἶναι τῶν εἰς σώματα δεπουσῶν ψυχῶν· οὐ γὰρ δεῖ ταύτας ἀντι-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
