# In Platonis Timaeum Commentaria 1.208.4

Proclus, In Platonis Timaeum Commentaria, 1.208.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.208.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.208.4

Αὕτη πᾶσα ἡ τετρακτὺς ἔχει μὲν τὴν τρίτην τάξιν κατὰ τὴν εἰς τρία τῶν γενῶν τομήν, δευτέρα δὲ ὑπὸ τοῦ Πλά-τωνος ἠρίθμηται νῦν, ἵνα καὶ διὰ τοῦτον μιμηθῇται τὸ πᾶν λόγος, ἐν ᾧ τὸ ἔσχατον μέσον ἐστίν, ὑπὸ θειοτέρων ἄπαν-ταχόθεν περιεχομένου· τὸ γὰρ ἐνυλότατον καὶ παχύτατον ἐν μέσῳ παρὰ τῆς δημιουργίας κατακέλιται· μόλις γὰρ ἂν οὕτω σῴζοιτο κοσμούμενον κατὰ πᾶν ἑαυτὸ καὶ φρουρού-μενον ὑπὸ τῶν περιεχόντων ἁπάντων. πάλιν δὲ καὶ ἐν τούτοις πρόκειται τὸ μὴ ἐπιμιγνύσθαι τὸ δημιουργικὸν τοῖς ἄλλοις μηδὲ ἐκεῖνα παραπλησίως αὐτοῖς, ἀλλ’ ἕκαστον ἐφ’ ἑαυτοῦ μένειν καὶ τῆς ἑαυτοῦ καθαρότητος· τοῦτο γὰρ οὐ μόνον ἀκρίβειαν ἐν τοῖς ἐπιτηδεύμασι καὶ κατορθώσιν ἐν τοῖς οἰκείοις ἔργοις, ἀλλὰ καὶ συμπάθειαν ἀπεργάζεται τῶν πολιτῶν. πάντες γὰρ δεήσονται πάντων τῷ μὴ ἕκαστον πολ-λὰς μετιέναι τέχνας· δεήσονται γὰρ ὁ μὲν δημιουργὸς τοῦ γεωργοῦ, ὁ δὲ γεωργὸς τοῦ νομέως, οὕτος δὲ τοῦ θηρευτοῦ, καὶ ὁ θηρευτὴς τοῦ δημιουργοῦ, καὶ οὕτως ἕκαστος τῶν ἄλ-λων δεόμενος οὐκ ἄμικτος ἔσται πρὸς αὐτοὺς. ἔστιν ἄρα μετὰ τῆς ἑτερότητος ἡ ταυτότης καὶ μετὰ τῆς ἐνώσεως ἡ διάκρισις.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
