# In Platonis Timaeum Commentaria 1.209.4

Proclus, In Platonis Timaeum Commentaria, 1.209.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.209.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.209.4

Ἄνωθεν ἀπὸ τῶν παραδειγμάτων ἄχρι τῶν ἐσχάτων γενῶν διατείνει τὴν τῆς Ἀθηνᾶς ἐνέργειαν ὁ λόγος· ἐστὶ γὰρ αὐτῇ καὶ συμφυῆ πράγματα μετειληφότα τῶν ἀρχαίων δυνάμεων ὀλιχώτερα καὶ μερικώτερα, καὶ ἐγκόσμια γένη, διαταττόμενα παρὰ τῆς μέσης δημιουργίας, ἀνάλογον ἐκείνοις περὶ ἔχοντά τε καὶ περιεχόμενα καὶ κρατούμενα ταῖς Ἀθηναικαῖς ἐνεργείαις μένοντά τε ἀεὶ ὡσαύτως ἄχραντα δι’ ἐκείνην ἐν τῷ παντὶ. ταῦτα μὲν οὖν κοινῶς περὶ πάντων τούτων προσήκει γινώσκειν. τίς δὲ ἡ ὁπλισὶς αὐτῆ καὶ τίνες αἱ ἀσπίδες καὶ τὰ δόρατα τίνα, ῥητέον, καὶ πῶς ἐν τῇ θεῷ ταῦτα προελήφται. Πορφύριος μὲν ἀσπίδα τὸ σῶμα καλῶν ἀντὶ τοῦ δόρατος παραλαμβάνει τὸν θυμόν· ταῦτα δὲ εἰς γένεσιν πεσόντων ἐστὶ καὶ ἐνύλων πραγμάτων, καὶ οὐχὶ τῆς ἀτρέπτου σωτηρίας, ἀλλὰ τῆς γενεσιουργοῦ ζωῆς ὄργανα, διαφθείροντα τὴν καθαρότητα τοῦ νοῦ καὶ τὴν κατὰ λόγον ἀπολλύντα ζωήν. ὁ δὲ γε θεῖος Ἰάμβλιχος ἐνθεαστικῶς, ἐπειδὴ πᾶν τὸ θεῖον καὶ ὁρᾶν χρὴ καὶ μὴ πάσχειν, ἵνα τῷ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
