# In Platonis Timaeum Commentaria 1.211.1

Proclus, In Platonis Timaeum Commentaria, 1.211.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.211.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.211.1

F τοις παρίστησιν, ὅπως ἂν τῷ μὲν τὸ φιλοπόλεμον, τῷ δὲ τὸ φιλόσοφον ἀπεικονίζεται τῆς Ἀθηνᾶς. τὴς οὖν ἡ φρόνησις αὕτη; θεωρία τῶν ὅλων τῶν τε ὑπερκοσμιῶν *** πραγμάτων, ἀφ’ ὧν μετὰ τὰ πρώτιστα τῶν ἀγαθῶν, ἃ δή τελειουργᾷ τῶν ψυχῶν ἐστι, καὶ περὶ τὸν βίον τὸν ἀνθρώπινον ὑπῆρχέ τις ὁρστώνη, μέχρι μαντικῆς προιοῦσα καὶ ἰατρικῆς, καὶ ταύτας ἄλλας μὲν ἐν τοῖς ἀφανεσὶν αἴτιοις, ἄλλας δὲ περὶ τὸν κόσμον, ἔσχατος δὲ περὶ τὴν ἀνθρωπίνην ἐπιθήδευσιν τιθεμένη. ἐπειδή γὰρ ἄνυλος σοφία καὶ 49 χωριστὴ ἡ θεὸς αὕτη, διὰ τοῦτο καὶ τοῖς πρὸς αὐτὴν συγγενέσιν ἐκφαίνει τὰ μόρια πάντα τῆς φρονήσεως, τῆς τε θείας καὶ τῆς ἀνθρωπίνης· ἐπεὶ καὶ τὴν μαντικὴν ἄλλην μὲν ἐν τοῖς νοεροῖς θεοῖς, ἄλλην δὲ ἐν τοῖς ὑπερκοσμίοις, ἄλλην δὲ ἐν τοῖς ἐγκοσμίοις θετέον, καὶ ταύτης ἄλλην μὲν ἀπὸ τῶν θεῶν καθήκουσαν, ἄλλην δὲ ἀπὸ τῶν δαιμόνων, ἄλλην δὲ ἀπὸ τῆς ἀνθρωπίνης διανοίας, τεχνικὴν τινὰ μᾶλλον οὖσαν καὶ εἰκαστικήν. καὶ δὴ καὶ ἰατρικὴν ὁσαύτως ἐν μὲν τοῖς θεοῖς αὐτὴν τὴν παισάιον θετέον, ἐν δὲ τοῖς δαίμοσι τὴν διαconiκὴν καὶ ὑπουργικὴν τῶν θεῶν, ἀφ’ ὧν καὶ ὅλαι παρασκευάζονται καὶ ὄργανα ταῖς τῶν θεῶν ἐπιφανειαις· ὡς γὰρ εἴσι περὶ τὸν Ἕρωτα πολλοὶ δαίμονες, οὕτω καὶ περὶ τὸν Ἀσκληπιόν, οἱ μὲν ὁπαδῶν, οἱ δὲ προπομπῶν τοῦ θεοῦ τάξιν λαχόντες. ἐν δὲ ταῖς ἀνθρωπίαις ζωαῖς τὴν ἐκ θεωρημάτων καὶ πείρας ποριζομένην, καθ’ ἣν οἱ μὲν μᾶλλον, οἱ δὴ ἧττον οἰκειοῦνται πρὸς τὴν θείαν ἰατρικὴν. ἐστι δὲ καὶ μιξὶς τῶν δύο τούτων φρονήσεων τῆς τε μαν- B τικῆς καὶ ἰατρικῆς παρὰ τοῖς Αἰγυπτίοις, διότι καὶ ἐν ἑνὶ θεῷ προειλημμέναι τυγχάνουσι τούτων αἴτια, καὶ ἀπὸ μιᾶς πηγῆς ὀχετοὶ πλείους μερίζονται περὶ τὸν κόσμον. ταῦτα μὲν οὖν κοινὰ περὶ τῆς νῦν λεγομένης φρονήσεως εἰρήσθω. καθ’ ἕκαστον δὲ ἐπεκδιδάσκοντες φήσομεν νόμον μὲν τὴν ἀπὸ τοῦ νοῦ τοῦ ἑνὸς τῆς Ἀθηνᾶς διήκουσαν τάξιν, ἐπι-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
