# In Platonis Timaeum Commentaria 1.218.3

Proclus, In Platonis Timaeum Commentaria, 1.218.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.218.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.218.3

Ἐν δὴ τούτοις ὁ μὲν Πλάτων ἀκριβεστάτην περὶ τῆς μεγί- 10 στης ταύτης θεότητος τῆς Ἀθηναϊκῆς παραδέδοχεν ἔννοιαν, τὰς τῶν θεολόγων ἐνδείξεις ἐκφράς τοῖς συνορᾶν ἱκανοῖς. ἄλλοι δὲ τῶν ἐξηγητῶν ἐπ’ ἄλλας ἐτράποντο διατάξεις, οἱ μὲν αἰνιγματωδέστερον τὴν ἑαυτῶν γνώμην ἀναγράφοντες, 15 οἱ δὲ διαρρήδην ἃ βούλονται λέγοντες, οὐ μέντοι κρατοῦντες ὧν λέγουσιν. ὁ μὲν γὰρ Πορφύριος ἐν σελήνῃ τὴν Ἀθηνᾶν ὑποθέμενος ψυχὰς ἐκεῖθεν κατιέναι φησὶ τὸ τε θυμοειδὲς ἅμα καὶ τὸ πρᾶον ἔχούσας, καὶ διὰ τοῦτο φιλοσόφους καὶ φιλοπόλεμους οὔσας, τῶν ἐν Ἐλευσῖνι μυσταγω- 20 γούς, ἐπειδὴ καὶ ἀπὸ Μουσαίου τοῦ Σεληνιακοῦ τὸ γένος τοῖς ἐν Ἐλευσῖνι τῶν μυστηρίων ἡγουμένοις, ἐπεὶ δὲ καὶ ὁ Ἐρμῆς ἐκεῖ περὶ Σελήνην ἐστὶ παρ’ αὐτοῖς καὶ τὸ Κηρύκων, ὡς φησι, γένος. ὁ δὲ θεῖος Ἰάμβλιχος τούτοις ἐπιπληξας οὐ καλῶς τὴν ἀναλογίαν διασωσαμένοις τὸν μὲν 25 πόλεμον ἐξηγεῖται τὸν ἀναιρετικὸν ἄρδην ὅλης τῆς ἀτάκτου καὶ πλημμελοῦς καὶ ἐνύλου φύσεως, σοφίαν δὲ τὴν ἄνυλον νόησιν καὶ χωριστήν, ἀμφοτέρων δὲ τὴν θεὸν αἰτίαν εἶναι ταύτην, ἣν καὶ οἱ Ἀθηναῖοι μιμοῦνται διὰ τῆς ἐμφρονος ζωῆς καὶ πολεμικῆς, καὶ ὁ τόπος Ἀθηναϊκὸς εὖ συνήρμο- 30 σται πρὸς τὴν ὑποδοχὴν τῶν τοιούτων ψυχῶν. εἰ δὴ δεῖ καὶ τὴν τῶν ἀνδρῶν τούτων σαφῆ γενέσθαι διάνοιαν καὶ

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
