# In Platonis Timaeum Commentaria 1.226.3

Proclus, In Platonis Timaeum Commentaria, 1.226.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.226.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.226.3

ἔτι τοίνυν τῆς Ἀθηνᾶς τὰ νικητήρια παρὰ Ἀθηναίοις ἀνύ- 10 μνηται, καὶ ἑορτὴν ποιοῦνται ταύτην ὡς τοῦ Ποσειδῶνος ὑπὸ τῆς Ἀθηνᾶς νενικημένου καὶ ὡς τῆς γενεσιουργοῦ τάξεως ὑπὸ τῆς νοερᾶς κεκρατημένης καὶ ὡς μετὰ τὴν τῶν ἀναγκαίων κατασκευὴν τῶν οἰκοῦντων τὴν χώραν ταύτην ἐπὶ τὴν κατὰ νοῦν δρμησάντων ζωήν· γενέσεως γὰρ εἶναι τὸν Ποσειδῶνα 15 προστάτην, νοερᾶς δὲ ζωῆς ἔφορον τὴν Ἀθηνᾶν. ἔχεις οὖν καὶ πρὸς ταῦτα μεγίστην ἀπὸ τῶν προκειμένων συντέλειαν· οἱ τε γὰρ Ἀθηναῖοι τὴν τῆς θεοῦ φέροντες ἐπωνυμίαν ἀνάλογόν εἰσιν αὐτῇ, καὶ οἱ Ἀτλαντῖνοι διὰ τε τὸ νῆσον οἰκεῖν καὶ διὰ τὸ Ποσειδῶνος ἀπόγονοι λέγεσθαι τὴν πρὸς τὸν θεὸν 20 τοῦτον ἀναλογίαν διασῴζουσιν, ὥστε καὶ ἐκ τούτων εἶναι δήλον, ὅτι ὁ Ἀτλαντικὸς πόλεμος τὴν μέσην ἐνδείκνυται δημι-ουργίαν, καθ’ ἣν ὁ δεύτερος πατὴρ ὑπὸ τε τῆς Ἀθηνᾶς καὶ τῶν ἄλλων ἀφανῶν αἰτίων ἀποπληρούμενος δυνατώτερα ποδηγεῖ τὰ θειότερα καὶ ὑποτάττει τοῖς νοεροῖς πάντα τὰ πεπληθυσμένα 25 καὶ διηρημένα καὶ ἐνυλότερα κατὰ τὴν ὑπόστασιν· αὐτοὶ μὲν γὰρ οἱ θεοὶ διαιωνίως ἥρωνται, τὰ δ’ ὑπ’ αὐτῶν διοικούμενα τῆς τοιαύτης ἀναπλήμανται διαιρέσεως. ταῦτα μὲν οὖν οὕτως ἰδίᾳ νοητέον. ἵνα δὲ τῆς προκειμένης ἀναλύσεως τύπους τινὰς διωρισμένους προλάβωμεν, τὰς μὲν ἐντὸς τῶν Ἡρακλέους

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
