# In Platonis Timaeum Commentaria 1.241.1

Proclus, In Platonis Timaeum Commentaria, 1.241.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.241.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.241.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 25 CD] ὅπου γὰρ ἅμα σεισμῷ γίνεται κατακλυσμός, κύμα τοῦτον τοῦ πάθους αἴτιον. ὅταν γὰρ τὸ τὸν σεισμὸν ποιοῦν πνεῦμα, μηδέπω ῥέον ὑπὸ γῆν, τὴν θάλατταν ὑπὸ τινος ἐναντίου πνεύματος αὐτῷ κινουμένην ἐξ ἐναντίας φερόμενον ἀπώσαι μὲν εἰς τοὐπίσω μὴ δυνηθῇ διὰ τὸν προωθοῦντα ἄνεμον αὐτήν, ἵστάν δὲ καὶ ἐμποδίζον αὐτῆς τὴν πρόοδον αἴτιον γίνεται τοῦ πολλὴν ὠθοῦμένην ὑπὸ τοῦ ἐναντίου τοῦτο πνεύματος ἀδροισθήναι, τότε δὴ πολλῆς τῆς θαλάττης γενομένης διὰ τὸ ἀπεναντίας ὠθοῦν αὐτὸ μὲν ὑπὸ γῆν ἐδὺ τῆς ῥοῆς ἀθρόας ἐπιχυθείσης καὶ ἐποίησε τὸν σεισμόν, ἡ δὲ θάλασσα ἐπέκλυσε τὸν τόπον· τοῦτον γὰρ τὸν τρόπον καὶ περὶ Ἀχαίαν γενέσθαι τὸν σεισμὸν ἅμα καὶ τὴν τοῦ κύματος ἐφοδὸν τοῦ ἐπικλύσαντος τὰς παραθαλαττίους πόλεις Βουδράν τε καὶ Ἐλίην· ὥστε οὐδ’ ἂν τοῦτο τῶν φυσικῶν τις ἀπογνοίη σκοπῶν ὀρθῶς. ἀλλὰ μὴν καὶ τὸ τὴν αὐτὴν χώραν πορευσίμην γίνεσθαι καὶ ἀπορον καὶ ἥπειρον καὶ θάλατταν τῶν συγχωρουμένων ἐστὶν ὑπὸ τῶν φυσικῶν, ὡς καὶ Ἀριστοτέλει δοκεῖ καὶ ἡ ἱστορία δείκνυσι. καὶ τὸ πηλὸν εἶναι ἐν τῇ ἔξω θαλάσσῃ μετὰ τὸ στόμιον ὁ αὐτὸς ἱστόρησε καὶ τὸ τεναγώδη τὸν τόπον ἐκεῖνον ὑπάρχειν, ὥστε τὸ πηλοῦ καταβραχέος εἰ σημαίνει τὸν τεναγώδη, οὐ θαυμαστὸν· βράχη γὰρ καὶ νῦν ἔτι λέγουσι τὰς ὀφάλους πέτρας καὶ ἐπιπολῆς ἔχούσας τὸ ὕδωρ. τί ἄν οὖν τις ὑπὲρ τούτων ἐνοχολῆ διαγωνιζόμενος; ὅτι δὲ καὶ ταῦτα θαυμαστὴν ἐνδεῖξιν ἔχει τῆς τοῦ παντὸς διακοσμήσεως, πιστοῦμεν ἀναμνήσαντες ἡμᾶς αὐτοὺς τῶν παρὰ τῷ Ὀρφεῖ [frg. 205] λεγομένων πρὸς τῷ πέρατι τῆς δημιουργίας καταταρταρώσεων·

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
