# In Platonis Timaeum Commentaria 1.244.2

Proclus, In Platonis Timaeum Commentaria, 1.244.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.244.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.244.2

εἰπεῖν ἀκήκοας· λέγοντος δὲ δή ἥθες σοῦ περὶ πολιτείας, ὅς τοῦ· τὰ πολλὰ οἷς Σόλων εἶπεν [25 DE]. "Ὡς μὲν οὖν τῶν Ἀτλαντῶν καὶ Ἀθηναίων πόλεμος εἰς τὴν ὅλην συντελεῖ κοσμοποιΐαν, καὶ ὅπως ὑπὸ τῆς μέσης δημιουργίας ἡ κοσμικὴ συνέχεται ἐναντίως ἄνωθεν ἀπὸ τῶν πρώτων προϊούσα μέχρι τῶν τελευταίων, τῆς μὲν Ἀθηναϊκῆς σειράς μονίμως καὶ ἡγεμονικῶς καὶ κρατητικῶς τὰ πάντα κοσμοῦντος καὶ ἀναπλοῦντος μὲν τὰ ἐν ὅλῃ κατεχόμενα, σφῶντος δὲ ἀχραντα τὰ κεχωρισμένα τῆς ὅλης, τῆς δὲ ἑτέρας ἑαυτῇ προσφόρως κίνησιν καὶ διαίρεσιν καὶ ἑτερότητα τοῖς δημιουργήμασι χαριζομένης καὶ ἄνωθεν εἰς τέλος προϊούσης, εἴρηται καὶ ὑπέμνησται μετρίως ἐν τοῖς ἔμπροσθεν. ἐπειδή δὲ αὐτὸς ὁ λέγων τὸν λόγον ἀνάλογον πρὸς τὴν ἐναντίωσιν ταύτην συνέχοντι δεῦ, μμεῖται πῶς ἐκεῖνον καὶ διὰ τῆς ἐπὶ τοὺς πατέρας τῆς διηγήσεως ἀναδρομῆς διὰ Κριτίου καὶ τῆς Σόλωνος ἀκοῆς ἐπὶ τοὺς Αἰγυπτίους ἄνεισιν· ὁ δὴ καὶ ἐν τῷ παραδείγματι προϋπάρχει, πληρουμένῳ τε ἀπὸ τῶν πρώτων καὶ πληροῦντι τὰ μετ’ αὐτὸ τῆς δημιουργικῆς δυνάμεως. ἐπὶ δὲ ἐπειδή δευτέρας φέρει δημιουργίας εἰκόνα προϊούσης ἀπ’ ἄλλης, διὰ δὴ τοῦτο φησὶν ἀπὸ τῶν Σωκράτους λόγων ἀνεμνησθαι τῆς ἱστορίας· ἡ γὰρ ἀνάμνησις αὕτη οὐκ ἔστιν ἀπὸ εἰκόνων ἐπὶ τὰ παραδείγματα μετάβασις, ἀλλ’ ἀπὸ τῶν καθολικῶν ἐννοιῶν ἐπὶ μερικωτέρας πράξεις. διὸ καὶ ἐφαρμόζει τῇ προόδῳ τῆς ὅλης δημιουργίας· πάντων γὰρ ὄντων ἐν τοῖς νοητοῖς τὰ δημιουργικὰ αἴτια κατὰ τὴν οἰκείαν ἕκαστον τάξιν κατενεῖματο τὰς ὅλας ποιήσεις. ἐπὶ τοίνυν κατ’ ἄλλον τρόπον λόγου μετιόντι σοι τὴν λέξιν οἷ τε Ἀθηναῖοι θυμαστωδῶς ἐγνοιαζόμενοι καὶ ἡ πολιτεία Σωκράτους ἀνυμνεῖται πρῶτον· ἡ μὲν γὰρ ὅτι δυνατὴ ἐστι, δέδεικται διὰ τῆς τῶν Ἀθηναίων ζωῆς, καὶ ὅτι, οἷς ἂν ἐγγένῃται, μεγίστων ἀγαθῶν ἐστὶν οἰστική· ὁ δὴ καὶ ὁ Σωκράτης ἐν ἐκείνοις ἀποδείξεως ἡξίασεν· οἱ δὲ κατὰ τὸ ἄριστον εἶδος τῆς πολιτείας ζῆσαντες

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
