# In Platonis Timaeum Commentaria 1.248.2

Proclus, In Platonis Timaeum Commentaria, 1.248.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.248.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.248.2

γὰρ σφόδρα λυπήσαντα ἡμᾶς ἢ σφόδρα εὐφράναντα εἰς μνήμην κατατιθέμεθα· μᾶλλον γοῦν εἰς ἡμᾶς δρά. καθάπερ οὖν τὸ μᾶλλον παθὸν ὑπὸ πυρὸς ἐπὶ πλεῖον τὴν δοθεῖσαν θερμότητα φυλάττει, τὸν αὐτὸν τρόπον τὸ μᾶλλον ὑπὸ τῶν 5 ἐξωθεν πάσχον φανταστικὸν μᾶλλον κατέχει τὸν τύπον. ἀλλὰ μὴν τὸ τῶν παίδων πάσχει μᾶλλον διὰ τὸ τὰ αὐτὰ μειζῶ φάινεσθαι ἡμῖν παισὶν οὖσι. μᾶλλον ἄρα κατέχουσιν οἱ παῖδες τὸν τύπον εἰκότως, ὡς μᾶλλον ὑπὸ τῶν αὐτῶν πάσχοντες. ταῦτά μοι δοκεῖ καὶ ὁ Κριτίας ἐνδείκνυσθαι μετὰ πολλῆς 10 ἡδονῆς ἠχοάσθαι λέγων τῆς ἱστορίας παρὰ τοῦ γέροντος, καὶ διὰ τοῦτο οἷον ἔγκαυμα ἀνεκπλύτου γραφῆς ἔμμονον αὐτῷ γεγονέν. ὥσπερ δὲ ὁ Σωκράτης ἐν τῇ ἀνακεφαλαίώσει τῆς Πολιτείας μνήμης αἴτιον ἡμῖν παραδέδωκε τὴν ἀθδείαν τῶν πραγμάτων, ὧν ἀκούομεν, οὕτως ὁ 15 Κριτίας ἐν τούτοις τὴν ἡλικίαν τῶν παίδων. καὶ ἔοικεν ἐκεῖνο καὶ τοῦτον αἴτιον εἶναι, ἢ ἀθδεία τῆς τῶν παίδων μνήμης· πάντα γὰρ ἀθῆ εἶναι δοκεῖ πρῶτον προσπίπτοντα τοῖς παισὶ. καὶ ἴσως ἔνδειξιν φέρει καὶ τοῦτο τοῦ τὴν γόνιμον δημιουργίαν τῶν δευτέρων ἐξηρτήσθαι τῆς μονίμου 20 ταυτότητος τῶν πρώτων, ὥσπερ καὶ τὸ τῆς μνήμης <τῆς Σωκράτους αἴτιον> αἴτιόν ἐστι καὶ τῆς παρὰ τῷ Κριτία λεγομένης τῶν παίδων μνήμης. εἰ δὲ τις πρὸς ταύταις ταῖς ἀποδόσεσι καὶ τῶν πραγμάτων ἀντέχοιτο τῆς ὅλης θεωρίας, ἀκονέτω λέγοντος Ἰαμβλίχου τὴν μὲν τῶν παίδων 25 μνήμην ἐνδείκνυσθαι τὴν ἀεὶ νέαν καὶ ἀκμάζουσαν μόνιμον τῶν λόγων ποίησιν, τὸ δὲ ἀνέκπλυτον τῆς γραφῆς ἢ τῆς βαφῆς — λέγεται γὰρ ἀμφοτέρως — τὴν ἀέναον καὶ ἀνέκλειπτον δημιουργίαν, τὸ δὲ πρόθυμον τοῦ διδάσκοντος τὴν ἄφθονον τῶν πρεσβυτέρων αἰτίων εἰς τὰ δεύτερα χορηγίαν· 30 ἔχει γὰρ καὶ ταῦτα χώραν μετὰ τῶν εἰρημένων ἀποδόσεων.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
