# In Platonis Timaeum Commentaria 1.250.3

Proclus, In Platonis Timaeum Commentaria, 1.250.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.250.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.250.3

Ἀποδέχεται τὸν λόγον ὁ Σωκράτης πρῶτον μὲν ὡς τῇ τῶν Ἀθηναίων ἑορτῇ προσήκοντα — καὶ γὰρ ἥν εἰκὼν ὁ πόλεμος τῶν κοσμικῶν πολέμων — καὶ ὡς ὕμνον τῆς Ἀθηνᾶς τῇ θυσίᾳ πρόσφορον· εἰ γὰρ τι φωνῆς ὠφελος ἀνθρωποῖς, εἰς ὕμνους αὕτῃ χρηστέον. καὶ ἄλλως ἐπειδὴ θεωρίας καὶ πράξεως ἡ θεὸς αἰτία, διὰ μὲν τῆς θυσίας μιμούμεθα τὴν πρακτικὴν αὐτῆς ἐνέργειαν, διὰ δὲ τοῦ ὕμνου τὴν θεωρητικήν. δεύτερον δὲ ὡς μαρτυρήσοντα τῷ δυνατῷ τῆς πολιτείας· τοῦτο γὰρ καὶ αὐτὸς ἐν τοῖς περὶ αὐτῆς λόγοις ἀποδείξεως ἠξίωσεν [rep. V 471 C]· ἤρκει μὲν γὰρ αὐτῷ καὶ ἐν οὐρανῷ τοῦτο τὸ σχῆμα τῆς πολιτείας ὑπάρχον καὶ ἐν ἐνὶ ἀνδρί· πάντα γὰρ ἐστιν ἔνδον, ὅσαπερ ἔξω, καὶ ὡς ἀληθῶς νόμος ἀπ’ αὐτῆς ἄρχεται τῆς ἔνδον ζωῆς· εἰ δὲ καὶ ἐπὶ τῶν Ἀθηναίων δειχθεῖν ποτὲ κρατήσαν, ἀτεχνῶς ἀποδεῖκνυνται τὸ δυνατόν αὐτῆς. τοῦτο μὲν οὖν τοιαύτας αἰτίας ἔχει. πάλιν δὲ καὶ ἐκ τούτων ληπτέον, ὅτι οὐκ ἄρα ἦν πλάσμα τὸ περὶ τοὺς Ἀτλαντίους, ὡς τινες φήθησαν, ἀλλ’ ἱστορία μὲν, οἰκείως δὲ ἔχουσα πρὸς τὴν ὅλην κοσμοποιίαν, ὥστε καὶ ὅσα περὶ μεγέθους διήλθε τῆς Ἀτλαντίδος, οὐκ ἂν ὡς μυθώδη καὶ πεπλασμένα καταγινώσκοιτο παρὰ τῶν τὸ μέγεθος τῆς γῆς εἰς στενὸν κομιδῇ κατακλειόντων.

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
