# In Platonis Timaeum Commentaria 1.268.7

Proclus, In Platonis Timaeum Commentaria, 1.268.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.268.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.268.7

30 μὲν οἱ MP ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27 C] ἐδωρήσαντο ἡμῖν πρὸς τὴν αἵρεσιν τῶν ἀγαθῶν, διαφερόντως δὲ ἡ ποίησις αὐτῶν ἐν ταῖς ἔκτὸς ἡμῶν ἐνεργείαις ἐπιδείκννται, καίτοι καὶ βουλευόμενοι τῆς παρ’ αὐτῶν δεόμεθα προμηθείας — δηλοῦσι δὲ Ἀθηναῖοι καὶ Βουλαίων Δία τιμήσαντες — καὶ αἱρούμενοι τῆς ἐξ αὐτῶν συλλήψεως, ἵνα βουλευόμενοι μὲν τὸ λυσιτελοῦν εὕρωμεν, αἱρούμενοι δὲ μὴ διὰ πάθος ἐπὶ τὸ χεῖρον ἕψωμεν, ἀλλὰ μᾶλλον πράττοντες καὶ ὁρμῶντες τὸ μὲν αὐτοκίνητον ἐλαχίστην ἔχον δύναμιν ὁψόμεν, τὸ δὲ ὅλον τῆς τῶν θεῶν ἠρτημένον προνοίας — διὰ ταῦτα δὴ καὶ ὁ Τίμαιος ἐπὶ παντὸς ὁρμὴ φησι τοὺς σωφρονοῦντας θεὸν ἀεὶ πον καλεῖν. διακρίναι γὰρ ἐπὶ μὲν τῶν αἱρέσεων τὴν πρόνοιαν ἀπὸ τοῦ ἐφ’ ἡμῖν ἀδυνατοῦμεν, ἐπὶ δὲ τῶν ὁρμῶν μᾶλλον δυνάμεθα, διότι τὸ αὐτοκίνητον ἧττον ἐν ταύταις· οὐ γὰρ ἐφ’ ὅσον ἡ πρόνοια διήκει τῶν θεῶν, ἐπὶ τοσοῦτον διατείνει καὶ τὸ ἐφ’ ἡμῖν, ἀλλ’, ὡςπερ εἴρηται [p. 209 s], πολλάκις τὰ κρεῖττω καὶ πρὸ τῶν δευτέρων ἐνεργεῖ καὶ σὺν αὐτοῖς καὶ μετ’ αὐτά, καὶ περιέχει πανταχόθεν τὰς τῶν ὑφειμένων ἐνεργείας. ἀλλὰ πῶς, φησὶν ὁ Ἐπικούρειος Ἐρμαρχος, οὐκ εἰς ἄπειρον προύμεν, εἰ ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος εὐχῆς δεόμεθα; καὶ γὰρ ἵνα εὐξώμεθα, πάλιν ἄλλης εὐχῆς δεήσει, καὶ οὐδαμοῦ στησόμεθα. λυτέον δὴ τὴν ἀπορίαν ὡς ὁ Πορφύριος, ὅτι οὐκ εἴρηται ἐπὶ παντὶ πράγματι δεῖν εὐχέσθαι, ἀλλ’ ἐπὶ παντὸς ὁρμῇ πράγματος· ἐπὶ πράγματα μὲν οὖν ὁρμῶμεν, ἐπὶ δὲ ὁρμὰς οὐχ ὁρμῶμεν, ὥστε οὐκ ἐπ’ ἄπειρον ἡ ὁδός. ἢ ἐτι μένει τὸ ἄπορον; καὶ γὰρ ἐπὶ τὴν εὐχὴν ὁρμῶμεν, ὥστε καὶ ἐπὶ ταύτῃ δεήσει πάλιν εὐχῆς καὶ ἐπὶ τῇ ταύτης αὐθὶς ὁρμῇ καὶ εἰς ἄπειρον. κάλλιον οὖν λέγειν, ὅτι ὁ περὶ ὁτουοῦν τῶν πραγμάτων εὐχόμενος ὑπὲρ αὐτοῦ τούτου πρῶτον ὁμολογήσει τοῖς θεοῖς χάριν, ὅτι δύναμιν ἔλαχε παρ’ αὐτῶν τῆς πρὸς αὐτοὺς ἐπιστροφῆς, καὶ ὅτι τοῖς μὲν ἄλλοις πράγμασι

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
