# In Platonis Timaeum Commentaria 1.290.1

Proclus, In Platonis Timaeum Commentaria, 1.290.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.290.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.290.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 27 D] τὰ αὐτὰ δὴ οὖν καὶ ὁ φυσικὸς τί μὲν τὸ ἀεὶ ὂν ἐρεῖ τῶν ἀποδείξεων ἕνεκα τῶν μελλουσῶν, ὅτι δὲ ἐστίν, οὐδαμῶς ἀποδείξει· πέρα γὰρ ἂν ὀδεύοι φυσιολογίας. ἐπειδὴ δέ, ὡς προείπομεν [p. 1. 204, 3 ss], οὐχ ὁσαύτως τοῖς ἄλλοις φυσιολόγος ἐστὶν ὁ Τίμαιος, φυσιολόγος Πυθαγόρειος ὢν, οὐδὲ ὁ Πλάτων ἐπιστήμην ἀκροτάτην καὶ ἐν τούτοις ἐπιδεικνύμενος, μετὰ ταῦτα κατασκευάσει πᾶνν δαιμονίας, ὅτι ἐστὶ τὸ ὄντως ὂν, ἀπόχρη δὲ αὐτῷ πρὸς τὸ παρὸν τὸ τί ἐστι φυλάττοντι τοὺς τῆς φυσιολογίας ὅρους. καὶ ἔοικε τὸν μὲν ὅρον τοῦ ἀεὶ ὄντος καὶ τοῦ γεννητοῦ ζητεῖν, ἵνα εὕρῃ τὰ αἴτια τὰ συμπληροῦντα τὸ πᾶν, τὸ εἶδος καὶ τὴν ὕλην· τούτων γὰρ δεῖται τὸ γεντόν. τὴν δὲ τρίτην παραλαμβάνειν ὑπόθεσιν, ἵνα εὕρῃ τὴν ποιητικὴν αἰτίαν, τὴν δὲ τετάρτην, ἵνα λάβῃ, ὅτι πρὸς παράδειγμα ἀλδιον γέγονε τὸ πᾶν, τὴν δὲ πέμπτην, τὴν περὶ τοῦ ὀνόματος, ἵνα τοῦ ἀγαθοῦ καὶ τοῦ ἀφρήτου τὴν εἰς τὸν κόσμον θηράσῃ μετάδοσιν, ὡς δεῖξθήσεται ἐν τοῖς ἐπομένοις. δοκεῖ δέ μοι καὶ ὁ Ἀριστοτέλης μιμούμενος αὐτὸν ἐν μὲν τῇ Φυσικῇ [α 2. 185ᵃ 12 s] τὴν ὑπόθεσιν τὴν μίαν παραλαβεῖν λέγων· ἡμῖν δὲ ὑποκείσθω τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα — δεῖ γὰρ πάντως εἶναι κίνησιν, εἰ μέλλουσιν εὐδοῆσαι οἱ λόγοι τῆς φυσικῆς θεωρίας, εἴπερ ἀρχὴ κινήσεως ἡ φύσις — ἐν δὲ τῇ Περὶ Οὐρανοῦ πραγματεία πρὸ τῶν ἄλλων ἁπάντων λόγων τὰς ὑποθέσεις παραλαβεῖν ἐκείνας, περὶ ὧν καὶ ὁ Πλωτῖνος [enn. 2, 1, 2] εἶπεν· Ἀριστοτέλει μὲν οὖν οὐδὲν πρᾶγμα, εἴ τις ἀντοῦ τὰς περὶ τοῦ πέμπτου σώματος ὑποθέσεις παραδέξαιτο· τὰς πέντε λέγων· ἡ ἀπλὴ κίνησις ἀπλοῦ σώματος. τὸ ἀπλοῦν σῶμα ἀπλὴν ἔχει τινὰ κατὰ φύσιν κίνησιν. δύο εἰσιν αἱ ἀπλαὶ κινήσεις. ἐν ἐνὶ ἐναντίον. τὸ μὴ ἔχον ἐναν-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
