# In Platonis Timaeum Commentaria 1.295.1

Proclus, In Platonis Timaeum Commentaria, 1.295.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.295.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.295.1

φύσιν οὐ δεδήλωκεν ὁποία τις ἐστιν, ἀπὸ δὲ τῶν γνώσεων C αὐτὰ τῶν ἡμετέρων ἀφορίσατο· δεῖν δὲ πρὸ τῆς σχέσεως ταύτης αὐτὰ καθ’ ἑαυτὰ τὰ πράγματα σκοπεῖν. ἡμῖν δὲ ἀποδεικτέον αὐτὸ τοὔναντίον, ὅτι παντελῶς ἀμαρτάνουσιν οἱ ταῦτα διαπορεῖν εἰωθότες· ποῖον γὰρ γένος ἐπὶ τοῦ ὄντος 5 ἔχει χώραν, ὁ πᾶσαν περιλαμβάνει τὴν νοητὴν οὐσίαν; εἰ γὰρ μηδὲν ἡ οὐσία γένος ἔχει πρὸ ἑαυτῆς μηδὲ ὁρισμὸν οὖσα γενικώτατον, τί ἂν περὶ αὐτοῦ τοῦ ὄντος εἴποις, ὁ πάσης μὲν οὐσίας, πασῶν δὲ δυνάμεων, πασῶν δὲ ἐνεργειῶν 10 ἐστὶ περιληπτικόν; οὔτε οὖν ὅν τὸ γένος ἐστὶ τοῦ ὄντος· ἐσται γὰρ τοῦτο τὸ ὅν οὐχ ἀπλῶς ὅν, ἀλλὰ τί ὅν· οὔτε μὴ ὅν, ἵνα μὴ καὶ τὸ ἀεὶ μὴ ὅν λάθωμεν ποιούντες· πανταχοῦ γὰρ τὰ γένη κατηγορεῖται τῶν οἰκείων εἰδῶν. οὐκ ἄρα ἐστὶ γένος τοῦ ὄντος. πῶς δὲ οὐ προσήκων ἐστὶ τῇ ὅλῃ θεωρίᾳ 15 καὶ τοῖς προκειμένοις διωρισμοῖς ὁ ἀπὸ τῶν γνώσεων ἀφορισμός; εἰ γὰρ, ὥσπερ εἴπομεν πρότερον [p. 228, 25 ss], ἀξιώμασι τούτοις ἐθέλει χρῆσθαι καὶ ὑποθέσεσι τῶν ὁρθοσομένων ἀποδείξεων, δεῖ γνωρίμους εἶναι τὰς ἀποδόσεις ταύτας καὶ ἐναργεῖς ἡμῖν. ἀλλ’ εἰ μὲν αὐτὴν ἐφ’ ἑαυτῆς τὴν 20 D τῶν πραγμάτων φύσιν ἡμῖν παρεκελεύσατο ὁρᾶν, ἐλαθεν ἂν ἄσφαλείας ἐμπλήσας τὴν σύμπασαν διδασκαλίαν· ἐπειδὴ δὲ γνωρίμον ποιῆσαι βούλεται διὰ τῶν ὅρων τὸ τε ὅν καὶ τὸ γιγνόμενον, ἵνα ἀπὸ γνωρίμων τὰς ἀποδείξεις προάγῃ καὶ τοῖς ἀκούουσιν ἐναργῶν ὑποθέσεων, εἰκότως ἀπὸ τῶν γνώσεων τῶν ἐν ἡμῖν οὐσῶν τὴν ἰδιότητα παρίστησιν αὐ- 25 τῶν, ὡς καὶ ἀνεγείραντες καὶ τελεωσάμενοι θεασόμεθα τὴν ἐκείνων φύσιν τρανέστερον· ἐπεὶ γὰρ πᾶν τὸ γνωστικὸν ἢ αὐτὸ ἐστὶ τὸ γνωστὸν ἢ ὅρα ἢ ἔχει τὸ γνωστόν — νοῦς μὲν γὰρ ἐστὶ τὸ νοητόν, αἴσθησις δὲ ὅρα τὸ αἰσθητόν, διάνοια δὲ ἔχει ἐν ἑαυτῇ τὸ διανοητόν — ἡμεῖς δὲ αὐτὸ γενέ- 30 σθαι τὸ νοητὸν οὐ πεφύκαμεν, γιγνώσκομεν δὲ αὐτὸ διὰ τῆς ἐν ἡμῖν συζύγου πρὸς αὐτὸ δυνάμεως, ταύτης οὖν δεῖ,

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
