# In Platonis Timaeum Commentaria 1.299.2

Proclus, In Platonis Timaeum Commentaria, 1.299.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.299.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.299.2

Μετὰ δὴ τὸν περὶ τῆς νοήσεως διορισμὸν τὸν λόγον κατιδύωμεν ὅστις ἐστὶ καὶ ὅπως τῇ νοήσει συμφύεται. λέγεται μὲν οὖν καὶ ἐν Θεαίτῳ τριχῶς ὁ λόγος, ὁ τε προφορικὸς καὶ ἡ διὰ τῶν στοιχείων διέξοδος καὶ ὁ τῶν ἐκάστου πρὸς τὰ ἄλλα διαφορῶν παραστατικός. ἀλλὰ πάντα ταῦτα τὰ σημαίνόμενα περὶ σύνθεσιν ἐστὶ καὶ διαίρεσιν καὶ ἀνάμοισα τυγχάνει ὄντα πρὸς τὴν τοῦ ἀεὶ ὄντος περίληψιν· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον αἱρεῖσθαι πέφυκε· τὸ δὲ ἀεὶ ὄν ἀπλοῦν ἐστὶ καὶ ἀδιαίρετον, ἐξερημένον πάντων τῶν πρὸς ταῦτα ἐναντίων. λέγεται δὲ αὐ κατ’ ἄλλον τρόπον ὁ μὲν δοξαστικός, ὁ δὲ ἐπιστημονικός, ὁ δὲ νοερός· ἐπεὶ γὰρ ἐστιν ἕν ἡμῖν καὶ δόξα καὶ διάνοια καὶ νοῦς — λέγω δὲ νοοῦν ἐν τούτοις τὸ τῆς διανοίας ἀκρότατον — πᾶσα δὴ ἡμῶν ἡ οὐσία λόγος ἐστίν, ἐν ἑκάστῳ τούτων ἄλλως τὸν λόγον θεατέον. ἀλλ’ οὔτε ἡ δόξα πέφυκε τῇ νοήσει συνάπτεσθαι τοῦ κατ’ ἐνέργειαν νοῦ· τοῦναντίον γὰρ τῇ ἀλόγῳ γνώσει συνέζευκται· οὔτε ἡ διάνοια, καθ’ ὅσον εἰς πλήθος χωρεῖ καὶ διαίρεσιν, οἷα τέ ἐστιν εἰς νοοῦν ἀνατρέχειν, ἀλλὰ τοῦναντίον ἀφίσταται διὰ τῆς τῶν λόγων ποικιλίας τῆς νοερᾶς ἀμερείας· λείπεται ἄρα τὸ ἀκρότατον τῆς ψυχῆς καὶ τὸ ἐνοειδέστατον τῆς διανοίας ἐνιδρύεσθαι τῇ νοήσει τοῦ μερικοῦ νοῦ, διὰ συγγένειαν αὐτῇ συννεπτόμενον. τοῦτο δὴ οὖν ἐστιν ὁ λόγος, τὸ νοοῦν ἡμῶν τὰ νοητά, καὶ οὐ ὁ ἐν Πολιτείᾳ [VI 511 DE]

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
