# In Platonis Timaeum Commentaria 1.302.1

Proclus, In Platonis Timaeum Commentaria, 1.302.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.302.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.302.1

ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Β [Tim. 28 A] ἔχει τάξιν ὁ λόγος, ὅς ἐστι τῆς ψυχῆς ἡμῶν νόησις μεταβατικῶς ἐφαπτομένης τῶν ὄντων, τρίτην δὲ ἡ δόξα, κατὰ λόγον οὕσα γνῶσις τῶν αἰσθητῶν, τετάρτη() δὲ ἡ αἴσθησις, ἄλογος ὑπάρχουσα τῶν αὐτῶν γνῶσις. ἡ γὰρ διάνοια μέση νοήσεως οὖσα καὶ δόξης τῶν μέσων ἐστιν εἴδων γνωστική, τῶν δεομένων ἀμυδροτέρας μὲν ἢ κατὰ νόησιν, τρανεστέρας δὲ τινος ἢ κατὰ δόξαν ἐπιβολῆς, ὡς καὶ ὁ Σωκράτης ἔλεγε τῇ προτεραίᾳ διορίζων τὰς γνώσεις τοῖς γνωστοῖς. τὴν μὲν οὖν δόξαν κατὰ λόγον προσορτήσον, διότι λόγους ἔχει γνωστικούς τῶν οὐσιῶν, ἄλογον δὲ ἄλλως, ὡς τὰς αἰτίας ἀγνοοῦσαν· ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη, φησὶν ὁ ἐν Συμποσίῳ [202A] Σωκράτης περὶ αὐτῆς. τὴν δὲ αἴσθησιν πάντως ἄλογον θετέον. ὅλως γὰρ ἑκάστης τῶν αἰσθήσεων τὸ ἀπὸ τοῦ αἰσθητοῦ γεγόμενον περὶ τὸ ζῶον πάθος γιγνώσκουσης, οἷον μῆλον προσενεχθέντος ὄψεως μὲν ὅτι ἐρυθρὸν γνοῦσης ἐκ τοῦ περὶ τὸ ὄμμα πάθους, ὀσφρήσεως δὲ ὅτι εὖωδες ἐκ τοῦ περὶ τὰς ῥῖνας, γεύσεως δὲ ὅτι γλυκὺ καὶ ἀφῆς ὅτι λείον, τί τὸ λέγον, ὅτι μῆλον ἐστι τοῦτο τὸ προσενεχθέν; οὔτε γὰρ τῶν μερικῶν τις αἰσθήσεων — τούτων γὰρ ἑκάστη ἐν τι τῶν περὶ αὐτὸ γινώσκει καὶ οὐχ ὅλον — οὔτε ἡ κοινὴ αἴσθησις — αὕτη γὰρ διακρίνει μόνον τὰς διαφορὰς τῶν παθῶν, ὅτι δὲ τοιάνδε ἔχον ἐστὶν οὐσίαν τὸ ὅλον, οὐκ οἶδε —. δῆλον οὖν, ὅτι ἐστι τις κρείττων τῶν αἰσθήσεων δύναμις, ἢ τὸ ὅλον γινώσκουσα πρὸ τῶν οἷονεὶ μερῶν καὶ τὸ εἶδος αὐτοῦ θεωροῦσα ἀμερῶς, τὸ τῶν πολλῶν τούτων δυνάμεων συνεπικόν. ταύτην δὴ οὖν τὴν δύναμιν δόξαν ὁ Πλάτων κέκληκε καὶ τὸ αἰσθητὸν διὰ τοῦτο δοξαστόν. ἔτι τοίνυν τῶν αἰσθήσεων πολλάκις ἄλλοιὰ παθήματα ἀπαγγέλλουσδν καὶ οὐχ οἷα τὰ ποιοῦντα βούλεται, τί τὸ κρῖνον ἐν ἡμῖν καὶ λέγον τὴν μὲν ὄψιν λέγουσαν ποδιαῖον τὸν ἥλιον ἢ πατήσθαι, τὴν δὲ τῶν νοσοῦντων γεῦσιν τὸ μέλι πικρὸν ἀπο-

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
