# In Platonis Timaeum Commentaria 1.305.3

Proclus, In Platonis Timaeum Commentaria, 1.305.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.305.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.305.3

Δοκεῖ δὲ μοι διαφερόντως ἐν τούτοις ὁ Ἀριστοτέλης τὸν δεύτερον αἰτιάσασθαι λόγον· ποῦ γὰρ ἀληθὲς τὸ δόξη μετ’ αἰσθήσεως δοξαστὸν εἶναι γιγνόμενον καὶ ἀπολλύμενον; τὸν γοῦν οὐρανὸν ἀγέννητον εἶναι καὶ ἀνώλεθρον δόξη μετ’ αἰσθήσεως ὄντα δοξαστόν. ζητήσει μὲν οὖν καὶ ὁ Τίμαιος προιοῦν, εἰ γέγονεν ὁ πᾶς οὐρανός· λεχέσθω δὲ καὶ νῦν παρ’ ἡμῶν, ὅτι τὸ γίγνεσθαι καὶ τὸ ἀπόλλυσθαι κατ’ ἀναλογίαν ἐστὶ καὶ ἐν τῷ οὐρανῷ, οὐ μόνον κατὰ τὰς κινήσεις καὶ τὰς τῶν σχημάτων μεταβολάς, ἀλλὰ καὶ ὅτι τὸ σῶμα τὸ οὐράνιον οὐκ ἔστιν ἑαυτοῦ γεννητικόν, ἀλλ’ ἀπ’ ἄλλης αἰτίας μόνον ὑφέστηκε· διὸ γενητὸν ἐστιν, ὡς τοῦ ὑφίστασθαι τὴν αἰτίαν εἰς ἕτερον ἀνηρημένην ἔχον. ἐπεὶ δὲ οὐ μόνον ὑφέστηκεν ἀπ’ ἄλλων, ἀλλὰ καὶ συνέχεται ὑπ’ ἄλλου συνέχειν ἑαυτὸ μὴ δυνάμενον, καὶ ἀπόλλυται κατὰ τὸν οἰκεῖον λόγον διὰ τοῦτο, τῷ γίγνεσθαι συστολῶς τοῦ ἀπόλλυσθαι ληφθέντος. τὰ μὲν γὰρ ὄντως ὄντα καὶ ἀεὶ ὄντα γεννᾷ τε ἑαυτὰ καὶ συνέχεται παρ’ ἑαυτῶν, ὅθεν καὶ ἀγέννητα λέγεται καὶ ἀνώλεθρα κατὰ τὴν ἑαυτῶν φύσιν· εἰ δὲ τὸ ὄντως ὂν ἀγέννητον παρ’ ἑαυτοῦ ὑφέστηκε, τὸ μὴ παρ’

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
