# In Platonis Timaeum Commentaria 1.309.2

Proclus, In Platonis Timaeum Commentaria, 1.309.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.309.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/proclus-phil/in-platonis-timaeum-commentaria/1.309.2

ἐνέργειαν, γενητὸν δὲ ἀπλῶς τὸ ἐν χρόνῳ τὴν τε οὐσίαν ὑποδεχόμενον καὶ τὴν δύναμιν πᾶσαν καὶ τὴν ἐνέργειαν· δεῖ γὰρ τὸ μὲν ὅλον εἶναι αἰώνιον, τὸ δὲ ὅλον ἐχρόνον, καὶ τὸ μὲν ἀὐθυποστάτως ὁμοῦ πᾶν ὑφεστάναι, τὸ δὲ ἀλλλαχόθεν ἡρτημένην ἔχειν τὴν ἐν τῇ παρατάσει ὑπόστασιν. 5 τούτων δὲ ἄκρων ὄντων εἶναι καὶ τὰ μέσα, τὰ πῆ μὲν τῆς τοῦ ὄντος μετειληφότα μοῖρας, πῆ δὲ κοινωνοῦντα γενέσεως. εἶναι δὲ αὐ καὶ τὰ μηδὲτέρου τούτων μετέχοντα, τὸ μὲν κατὰ τὸ κρεῖσσον, τὸ δὲ κατὰ τὸ χεῖρον· καὶ γὰρ ἡ ὕλη οὔτε ὄν ἐστιν οὔτε γενητόν — οὔτε γὰρ νοήσει περιληπτὸν 10 οὔτε αἰσθητόν — καὶ τὸ ἕν, ὡς ἀμφότερα δεικνυσιν ὁ Παρμενίδης· τὸ μὲν κατὰ τὴν πρώτην, τὸ δὲ κατὰ τὴν πέμπτην ὑπόθεσιν. ἔστι μὲν οὖν ἀεὶ μὲν ὄν πᾶν τὸ νοητὸν γένος, πᾶν τὸ νοερόν, πᾶς ὁ ὑπερκόσμιος νοῦς, πᾶς ὁ μετεχόμενος ὑπὸ τῶν θείων ψυχῶν, πᾶς ὁ μερικός καλούμενος καὶ μετεχόμενος 15 ὑπὸ τε ἀγγέλων καὶ δαιμόνων καὶ τῶν μερικῶν ψυχῶν, διὰ μέσων, ὡς εἴπομεν [p. 245, 17 ss], ἐκείνων· καὶ μέχρι τούτου E τὸ ἀεὶ ὄν· πᾶς γὰρ νοῦς αἰωνίας ἐνεργεῖ καὶ μετροῦται καθ’ ὅλον ἑαυτὸν ὑπὸ αἰῶνος. γιγνόμενον δὲ πᾶν τὸ τε πλημμελῶς κινούμενον καὶ ἀτάκτως, ὁ κατ’ ἐπίνοιαν θεωρεῖται 20 πρὸ τῆς κοσμοποιίας, καὶ πᾶν τὸ κυρίως γενητὸν καὶ φθαρτὸν καὶ ὁ οὐρανός· πάντα γὰρ ταῦτα αἰσθητὰ καὶ ὁρατά· καὶ ταῦτα ὁ Τίμαιος ἀφορίζειται τὸ τε ἀπλῶς γενητὸν καὶ τὸ ἀπλῶς ἀεὶ ὄν. μεταξὺ δὲ τούτων ἐστὶ τὰ ἀμφοῖν κοινωνοῦντα καὶ ἐφ’ ἕκαστερα αὐτῶν τὰ μηδὲτέρου μετέχοντα. διὸ 25 καὶ καταφατικῶς καὶ ἀποφατικῶς ἀμφότερα προτείνει, οἷον ἀεὶ ὄν καὶ γένεσιν οὐκ ἔχον καὶ πάλιν γενητὸν καὶ οὐδέποτε ὄν, ἵνα διὰ μὲν τῶν καταφατικῶν τὰ μηδὲτέρου κοινωνοῦντα χωρίσῃ, διὰ δὲ τῶν ἀποφατικῶν τὰ ἀμφοτέρων πῆ μετειληφότα διαστήσῃ. τούτων τοίνυν ἄκρων ὄντων 30 τῆς νοητῆς καὶ νοερᾶς ἐπάσης οὐσίας καὶ τῆς αἰσθητῆς, θεατὸν καὶ τὴν ἐν μέσῳ φύσιν· καὶ γὰρ ὁ Τίμαιος καὶ τὸν χρόνον καλεῖ γενητὸν καὶ τὴν ψυχήν, καὶ δῆλον ὅτι

---

Proclus Phil., In Platonis Timaeum Commentaria. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003048.
